Decree of Dionysiac technitai in honor of Soteles and his wife Xenola. Upper part of a pedimental stele of white marble.
[ ]
Lokris, E. — Opous (Atalánti) — 2nd c. BC — IG IX,1 278 — B. Le Guen, Associations I (2001) 181, 31 — S. Aneziri, Vereine (2003) 366, B11
See also:
| 1 | θεός· ἀγαθᾶι τύχαι· ἄρχοντος Ὀρθομενείδα· ἔδοξε τοῖς περὶ τὸν |
| Διόνυσον τεχνίταις τοῖς ἐξ Ἰσθμοῦ καὶ Νεμέας, συντελοῦσιν δὲ ἐν Ὀ- | |
| ποῦντι· ἐπειδὴ Σωτέλης Σωσίνου ἀνὴρ καλὸς κἀγαθός, διὰ προγόνων | |
| εὔνους ὑπάρχων τοῖς τεχνίταις καὶ λέγων καὶ πράσων τὰ συμφέρο[ν]- | |
| 5 | τα καὶ καθ’ ἱδίαν ἑκάστωι καὶ κατὰ κοινὸν πάσαι τᾶι συνόδοι, ἀπόδε[ι]- |
| ξιν τὰγ καλλίσταν ποιούμενος τᾶς ποτὶ τοὺς θεοὺς εὐσεβείας | |
| καὶ τᾶς ποτὶ τὸ κοινὸν τ[ῶν τεχν]ιτᾶν εὐνοίας, ὁμοίως δὲ καὶ ἁ | |
| γυνὰ αὐτοῦ Ξενόλα Ἀμεινία, ἐν τᾶι ἀνιερώσει, ἇι ἐποιήσαν[το] | |
| τῶι Ἀπόλλωνι καὶ τῶι Ἑρμᾶι καὶ ταῖς Μούσαις πρόνοιαν ἐ[ποι]- | |
| 10 | ήσαντο κατὰ κοινὸν τ[ὰ]ν ἀρίσταν ὑπὲρ τᾶς συνόδου τῶν [τε]- |
| χνιτᾶν, διασαφήσαντες ἐν τᾶι ἀνιερώσει, ὅπως καθ’ ἕκαστ[ον] | |
| ἐνιαυτὸν λαμβάνῃ ἁ σύνοδος τῶν τεχνιτᾶν ἀργύριον ε[ἰς θυ]- | |
| σίας τῶι Ἀπόλλωνι καὶ τῶι Ἑρμᾶι καὶ ταῖς Μούσαις· ὅθεν | |
| διὰ πάντα τὰ προειρημένα φιλοφρόνως ἁ σύνοδος ἀποδε[χο]- | |
| 15 | μέν̣α̣ τὰν [εὐεργεσίαν] Σωτέλεος καὶ Ξενόλας ἐκάλεσε[ν αὐ]- |
| [τοὺς εἰς προεδρίαν — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — —] |