| 1 | θεὸς ἀγαθᾶι τύχαι. ἄρχοντος Ὀρθομενίδα, ἔδοξε τοῖς περὶ τὸν |
| Διόνυσον τεχνίταις τοῖς ἐξ Ἰσθμοῦ καὶ Νεμέας, συντελοῦσιν δὲ ἐν Ὀ- | |
| ποῦντι· ἐπειδὴ Σωτέλης Σωσίνου ἀνὴρ καλὸς κἀγαθός, διὰ προγόνων | |
| εὔνους ὑπάρχων τοῖς τεχνίταις καὶ λέγων καὶ πράσ<σ>ων τὰ συμφέρο[ν]- | |
| 5 | τα καὶ καθ’ ἱδίαν ἑκάστωι καὶ κατὰ κοινὸν πάσαι τᾶι συνόδοι, ἀπόδε[ι]- |
| ξιν τὰγ καλλίσταν ποιούμενος τᾶς ποτὶ τοὺς θεοὺς εὐσεβείας | |
| καὶ τᾶς ποτὶ τὸ κοινὸν τ[ῶν τεχν]ιτᾶν εὐνοίας, ὁμοίως δὲ καὶ ἁ | |
| γυνὰ αὐτοῦ Ξενόλα [Ἀ]μεινία, ἐν τᾶι ἀνιερώσει ἇι ἐποιήσαν[το] | |
| τῶι Ἀπόλλωνι καὶ τῶι Ἑρμᾶι καὶ ταῖς Μούσαις πρόνοιαν ἐ[ποι]- | |
| 10 | ήσαντο κατὰ κοινὸν τ[ὰ]ν ἀρίσταν ὑπὲρ τᾶς συνόδου τῶν [τε]- |
| χνιτᾶν, διασαφήσαντες ἐν τᾶι ἀνιερώσει, ὅπως καθ’ ἕκαστ[ον] | |
| ἐνιαυτὸν λαμβάνῃ ἁ σύνοδος τῶν τεχνιτᾶν ἀργύριον ε̣[ἰς θυ]- | |
| σίας τῶι Ἀπόλλωνι καὶ τῶι Ἑρμᾶι καὶ ταῖς Μούσαις· ὅθεν | |
| διὰ πάντα τὰ προειρημένα φιλοφρόνως ἁ σύνοδος ἀποδε[χο]- | |
| 15 | μένα τὰν [εὐεργεσίαν] Σωτέλεος καὶ Ξενόλας ἐκάλεσε[ν αὐ]- |
| [τοὺς εἰς προεδρίαν — — —] |
IG IX,1
278