| 1 | κ<ω>φῆς ἐκ πέτρης λόγον ἔμπνουν δέξαι, ὁδῖτ[α], |
| βαιὸν ἐπιστήσας ἴχνος ὁδο[ι]πορίης. | |
| ἐνθάδ’ ἐγὼ κεῖμαι Τελέ<θ>υ[μος –⏑⏑–⏓] | |
| εἰκοσιεπτὰ ἐτῶν εἰς Ἀΐδην καταβάς. | |
| 5 | "πᾶσιν ἀνέγκλητος γεγονὼς ἔθαν’ [ἠδ]ὲ ποθ[εινός], |
| [ο]ὐχὶ πονηρὸς ἐών, ἀκρισίᾳ δὲ τύχης | |
| δύστηνος" φή̣[σε]ι τις. ἐγὼ δ’ ὑποβὰς τόδ’ ἂν εἶπον· | |
| οὐ ταύτως· τάχ’ ἴσως δ’ εὐτυχίας μετέχων, | |
| εἴπ[ερ] τῇ μακ<ρ>ᾷ ζωῇ λῦπαι παρέπονται, | |
| 10 | <χ>[ρὴ] δὲ ὅμως ταύτας ἐκτελέσαντα θανεῖν, |
| [κ]ε[ῖ]νος ἂν ε<ὐ>δαίμων εἴη μᾶλλον παραβάτας | |
| [τοῦ] στυγεροῦ γήρως οὐκ ἐσιδὼν βίοτον. |
IG IX,1
256