Funerary epigram for Theopistos, son of Teles.  Slab of white marble, broken at the top and on the lower left.
[ ] Lokris, E. — Halai (Theologos) — Malesina — 1st c. AD — IG IX,1 256 — BCH 26 (1902) 331, 36 — W. Peek, GVI I (1955) 1298
See also:
  {²rosa}²                  {²rosa
κωφῆς ἐκ πέτρης λόγον ἔμπνουν δέξαι, ὁδῖτα,
 βαιὸν ἐπιστήσας ἴχνος ὁδοιπορίης.
ἐνθάδ’ ἐγὼ κεῖμαι Τ<ε>λέους υἱὸς Θεόπειστος
 εἰκοσιεπτὰ ἐτῶν εἰς Ἀΐδην καταβάς,
5 πᾶσιν ἀνέγκλητος γεγονώς· ἔθανον δὲ πρὸ ὥρας
 οὐχὶ πονηρὸς ἐών, ἀ<⁶¹κ>⁶¹ρισίᾳ δὲ Τύχης.
‘δύστηνος’, φ[ή]σ̣ε̣ι τις· ἐγὼ δ’ ὑποβὰς τόδ’ ἂν εἶπον·
 ‘οὐ πάντως, τάχ’ ἴσως δ’ εὐτυχίας μετέχων,
εἰ γὰρ τῇ μακρᾷ ζωῇ λῦπαι παρέπονται,
10 καὶ δεῖ ὅμως ταύτας ἐκτελέσαντα θανεῖν,
[κ]ε[ῖ]νος ἂν αὐδαίμων εἴη μᾶλλον παρὰ πάντας
[ὁ] σ̣τ̣υγεροῦ γήρως οὐκ ἐσιδὼν βίοτον.’
                  vacat
Search Help
Contact Us