| A.1 | Φίλων. |
| {²rosa}² {²rosa}² | |
| B.1 | δέρκεο τόνδε, ξεῖνε, καταφθιμένοιο Φίλωνος |
| τύμβον, ὃς ἐμμούσ<ο>ις γράμμασιν εὐξυνέτω[ς] | |
| παιδείην ἤσκησεν, ἅπασι δὲ κοινὸν ἐν ἀστοῖς | |
| ἦθος Λαρύμνης προσφιλέως ἔθετο. | |
| 5 | τὸν καὶ ἔτ’ ἀκμαίην βίοτον λείποντα καθ’ ἥβην |
| κῆδος ὁμοφρονέως πᾶσ’ ἐδάκρυσε πόλις. |
IG IX,1
234/235