[ ]
Phokis — Elateia — mid-3rd c. BC
| 1 | [ἀγα]θᾶι τύχαι. ἄρχοντος Γενναίου ἔδωκε ἁ πόλις τῶν Ἐλατέων |
| [Κλεο]μάχωι Μειλίχου Βοιωτίωι ἐξ Ὠρωποῦ προξενίαν, ἀτέλειαν, | |
| [ἀσφάλεια]ν, ἀσυλίαν καὶ αὐτῶι καὶ ἐκγόνοις καὶ πολέμ[ο]υ καὶ εἰρά- | |
| [νας, καὶ κατὰ γᾶ]ν καὶ κατὰ [θ]άλασσαν, καὶ γᾶς ἔγκτησιν καὶ οἰκίας καὶ | |
| 5 | [τἆλλα ὅσα καὶ το]ῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. |