[ ]
Phokis — Hyampolis — 98-117 AD
1 | [ἄρχον]τος ἐν Ὑαμπόλι Σωτήρου |
— — —ς, μηνὸς ὀγδόου, Βουβαστίοις, | |
Ζ<ω>[σί]μα Ζωσᾶ ἀφί<η>τι τὰν ἰδίαν δού- | |
λαν Ἰσόχρυσον ἐλευθέραν ἀπὸ τᾶς σά- | |
5 | μερον ἁμέρας, παρόντος Ἐπικτήτου {τοῦ} |
τοῦ Σωσικράτους, τοῦ ἱερέως τοῦ Σαράπιδος | |
καὶ τῆς Εἴσιδος, ἐνώπιον τῶν προγεγραμ- | |
μένων θεῶν καὶ τοῦ Σεβαστοῦ Τραγιαν[οῦ] | |
Καίσαρος Γερμανικοῦ, μηθενὶ μηδὲν πο- | |
10 | θήκουσαν, παραμείνασαν αὐτῇ τὸν τῆς ζοῆς |
χρόνον ἀνενκλήτως. εὔ̣χομ̣αι <ἅ>παντι κρι- | |
τῇ καὶ παντὶ δικαιοδότῃ φυλάξαι μου τὴν | |
βούλησιν. εἰ δέ τις τοῦ προγεγραμμένου σώ- | |
ματος ἐ[πιλά]<β>οιτο, ἀποτεισάτω τοῖς προγε- | |
15 | γραμμένοις θεοῖς ἀργυρίου μνᾶς τριάκοντα, |
καὶ τὸ μὲν ἥμισον ἔστω τῶν προγεγραμμέ- | |
νων θεῶν, τὸ δὲ ἥμισον τοῦ προστάντος αὐτᾶς· | |
ἐξέστω δὲ προστῆναι τῷ θέλοντι. μάρ- | |
τυρες· οἱ θεοί. |