[ ]
Phokis — Hyampolis — 98-117 AD
| 1 | [ἄρχον]τος ἐν Ὑαμπόλι Σωτήρου |
| — — —ς, μηνὸς ὀγδόου, Βουβαστίοις, | |
| Ζ<ω>[σί]μα Ζωσᾶ ἀφί<η>τι τὰν ἰδίαν δού- | |
| λαν Ἰσόχρυσον ἐλευθέραν ἀπὸ τᾶς σά- | |
| 5 | μερον ἁμέρας, παρόντος Ἐπικτήτου {τοῦ} |
| τοῦ Σωσικράτους, τοῦ ἱερέως τοῦ Σαράπιδος | |
| καὶ τῆς Εἴσιδος, ἐνώπιον τῶν προγεγραμ- | |
| μένων θεῶν καὶ τοῦ Σεβαστοῦ Τραγιαν[οῦ] | |
| Καίσαρος Γερμανικοῦ, μηθενὶ μηδὲν πο- | |
| 10 | θήκουσαν, παραμείνασαν αὐτῇ τὸν τῆς ζοῆς |
| χρόνον ἀνενκλήτως. εὔ̣χομ̣αι <ἅ>παντι κρι- | |
| τῇ καὶ παντὶ δικαιοδότῃ φυλάξαι μου τὴν | |
| βούλησιν. εἰ δέ τις τοῦ προγεγραμμένου σώ- | |
| ματος ἐ[πιλά]<β>οιτο, ἀποτεισάτω τοῖς προγε- | |
| 15 | γραμμένοις θεοῖς ἀργυρίου μνᾶς τριάκοντα, |
| καὶ τὸ μὲν ἥμισον ἔστω τῶν προγεγραμμέ- | |
| νων θεῶν, τὸ δὲ ἥμισον τοῦ προστάντος αὐτᾶς· | |
| ἐξέστω δὲ προστῆναι τῷ θέλοντι. μάρ- | |
| τυρες· οἱ θεοί. |