[ ]
Phokis — Stiris — beg. 2nd c. AD
| 1 | θεὸς τύχαν {αν} ἀγαθάν. ἄρχοντος ἐν Στείρει Φίλωνος τοῦ Φιλοκράτου[ς], |
| μηνὸς τετάρτου, Σωτηρίδας Ξένωνος Δελφὸς ἀφίητι ἐλευθέρους Ξένωνα καὶ Παράμο- | |
| νον τοὺς ἰδίους θρεπτούς, παραμείναντας Σωτηρίδᾳ πᾶν τὸν τᾶς ζω[ᾶ]ς̣ χρόνον, καὶ ἀνατίθ̣[ητι] | |
| αὐτοὺς τῷ θεῷ τῷ Ἀσσκλαπιῷ {²⁶Ἀσκλαπιῷ}²⁶ τῷ ἐν Στείρει. μὴ καταδουλιξάστ[ω δὲ μηθ]εὶς τοὺς προγ[εγρα]- | |
| 5 | μμένους μηδὲ καθ’ ὁποῖον τρόπον, οἳ καὶ παραμεινάτωσαν Σωτηρί[δᾳ πᾶν τ]ὸν τᾶς ζωᾶς [χρό]- |
| νον, καὶ θαψάτωσαν καὶ τὰ ὥρια αὐτοῦ, καθὼς ἔθος ἐστίν, αὐ[τοὶ ποιησ]άτωσαν. εἰ [δέ κα] | |
| μὴ ποιήσωντι καθὼς προγέγραπται, ἀτελὴς ἔστω ἁ ἀνά[θεσις καὶ πο]ταποτ[εισά]- | |
| τω{σατω}σαν {²⁶ποταποτεισάτωσαν}²⁶ ἀργυρίου μ̣ν̣ᾶς τριάκ[ο]ντα. εἰ δέ [τις ἐπι]λαμβάν[οιτο αὐτῶν, ἅ] | |
| τε γενηθεῖσ[α δ]ουλαγω[γ]ία [ἄκυρος κα]ὶ ἀρμένα ἔστω κα[ὶ ποταποτεισάτω — — —]. |