[ ] Phokis — Stiris — beg. 2nd c. AD
1 θεὸς τύχαν {αν} ἀγαθάν. ἄρχοντος ἐν Στείρει Φίλωνος τοῦ Φιλοκράτου[ς],
μηνὸς τετάρτου, Σωτηρίδας Ξένωνος Δελφὸς ἀφίητι ἐλευθέρους Ξένωνα καὶ Παράμο-
νον τοὺς ἰδίους θρεπτούς, παραμείναντας Σωτηρίδᾳ πᾶν τὸν τᾶς ζω[ᾶ]ς̣ χρόνον, καὶ ἀνατίθ̣[ητι]
αὐτοὺς τῷ θεῷ τῷ Ἀσσκλαπιῷ {²⁶Ἀσκλαπιῷ}²⁶ τῷ ἐν Στείρει. μὴ καταδουλιξάστ[ω δὲ μηθ]εὶς τοὺς προγ[εγρα]-
5 μμένους μηδὲ καθ’ ὁποῖον τρόπον, οἳ καὶ παραμεινάτωσαν Σωτηρί[δᾳ πᾶν τ]ὸν τᾶς ζωᾶς [χρό]-
νον, καὶ θαψάτωσαν καὶ τὰ ὥρια αὐτοῦ, καθὼς ἔθος ἐστίν, αὐ[τοὶ ποιησ]άτωσαν. εἰ [δέ κα]
μὴ ποιήσωντι καθὼς προγέγραπται, ἀτελὴς ἔστω ἁ ἀνά[θεσις καὶ πο]ταποτ[εισά]-
τω{σατω}σαν {²⁶ποταποτεισάτωσαν}²⁶ ἀργυρίου μ̣ν̣ᾶς τριάκ[ο]ντα. εἰ δέ [τις ἐπι]λαμβάν[οιτο αὐτῶν, ἅ]
τε γενηθεῖσ[α δ]ουλαγω[γ]ία [ἄκυρος κα]ὶ ἀρμένα ἔστω κα[ὶ ποταποτεισάτω — — —].
Search Help
Contact Us