[ ] Phokis — Stiris — 200-150 BC
1 [θεὸς τύχ]αν ἀγαθάν. ἄρχοντος ἐν Στείρει Νικα[— — —],
[μηνὸς τετ]άρτου, Ἐαμερὶς Ἀρίστωνος καὶ Βῖθυς, αἰτ[ησάμενοι]
[τὰν πόλιν] τὰν ἀ<νά>θεσιν αὐτοῖς δόμεν ἀνα<γ>ε[γράφθαι ἐν τῷ]
[Ἀσκλαπι]είῳ, ἀπελευθέρωσαν καὶ ἀνέθ[ηκαν σώματα δύο γυναι]-
5 [κεῖα, Παρθ]έναν καὶ Ὁμει<λ>ίαν, τῷ Ἀσκλ[απιῷ, συνευδοκέ]-
[οντος τᾷ ἀν]αθέσει καὶ τοῦ προστάτα Ἐ[αμερίδος]
— — —λου, ἇς καὶ εἰλάφει Ἐαμερὶς — — —
[— — —, κ]αὶ παραμεινάτωσαν Ἐαμέρει [καὶ Βίθυϊ, ἕως καὶ]
[ζώωντι· ἐπεὶ] δέ κα τελευτάσωντι, ὑπαρχόν[τω ἐλεύθεραι Παρ]-
10 [θένα καὶ] Ὁμει<λ>ία θάψασαι αὐτούς, καὶ μὴ [καταδουλιξάσθω αὐ]-
[τὰς μηθεὶς] μηδὲ καθ’ ὁποῖον τρόπον, ἀνεπάφ[ους οὔσας τὸν πάντα χρ]-
όνον ἀπὸ πάντων. εἰ δέ τις ἐφά[πτοιτο ἢ ἐπιλαμβά]-
[νοιτο Ὁμ]ει<λ>ίας ἢ Παρθένας, ἐξέστω [προστᾶμεν ὑπὲρ αὐτὰς]
[τὸν ἱερέα] τοῦ Ἀσκλαπιοῦ καὶ ἄλλον τὸν θέ[λοντα Στειρίων ἢ Φω]-
15 [κέων ἐν ἐλ]ευθερίαν, καὶ ποταποτεισάτω [ὁ καταδουλιζόμενος ἀργυ]-
[ρίου μνᾶς] τριάκοντα, καὶ τὸ μὲν ἥμισον ἔστω [τοῦ προστάντος, τὸ δὲ]
[ἥμισο]ν ποθίερον τοῦ Ἀσκλαπιοῦ, καὶ ὁμ[οίως ἐόντω]
[ἐλεύθερα]ι. μάρτυρες· Νίκων Ξενοκρίτου, — — — — — —,
[— — —κρ]άτης Εὐάρχου, Ἀρνίας Αἰχμίων[ος, — — — — — —],
20 [— — — — —κρά]τεος.
Search Help
Contact Us