[ ]
Phokis — Stiris — 200-150 BC
| 1 | [θεὸς τύχ]αν ἀγαθάν. ἄρχοντος ἐν Στείρει Νικα[— — —], |
| [μηνὸς τετ]άρτου, Ἐαμερὶς Ἀρίστωνος καὶ Βῖθυς, αἰτ[ησάμενοι] | |
| [τὰν πόλιν] τὰν ἀ<νά>θεσιν αὐτοῖς δόμεν ἀνα<γ>ε[γράφθαι ἐν τῷ] | |
| [Ἀσκλαπι]είῳ, ἀπελευθέρωσαν καὶ ἀνέθ[ηκαν σώματα δύο γυναι]- | |
| 5 | [κεῖα, Παρθ]έναν καὶ Ὁμει<λ>ίαν, τῷ Ἀσκλ[απιῷ, συνευδοκέ]- |
| [οντος τᾷ ἀν]αθέσει καὶ τοῦ προστάτα Ἐ[αμερίδος] | |
| — — —λου, ἇς καὶ εἰλάφει Ἐαμερὶς — — — | |
| [— — —, κ]αὶ παραμεινάτωσαν Ἐαμέρει [καὶ Βίθυϊ, ἕως καὶ] | |
| [ζώωντι· ἐπεὶ] δέ κα τελευτάσωντι, ὑπαρχόν[τω ἐλεύθεραι Παρ]- | |
| 10 | [θένα καὶ] Ὁμει<λ>ία θάψασαι αὐτούς, καὶ μὴ [καταδουλιξάσθω αὐ]- |
| [τὰς μηθεὶς] μηδὲ καθ’ ὁποῖον τρόπον, ἀνεπάφ[ους οὔσας τὸν πάντα χρ]- | |
| όνον ἀπὸ πάντων. εἰ δέ τις ἐφά[πτοιτο ἢ ἐπιλαμβά]- | |
| [νοιτο Ὁμ]ει<λ>ίας ἢ Παρθένας, ἐξέστω [προστᾶμεν ὑπὲρ αὐτὰς] | |
| [τὸν ἱερέα] τοῦ Ἀσκλαπιοῦ καὶ ἄλλον τὸν θέ[λοντα Στειρίων ἢ Φω]- | |
| 15 | [κέων ἐν ἐλ]ευθερίαν, καὶ ποταποτεισάτω [ὁ καταδουλιζόμενος ἀργυ]- |
| [ρίου μνᾶς] τριάκοντα, καὶ τὸ μὲν ἥμισον ἔστω [τοῦ προστάντος, τὸ δὲ] | |
| [ἥμισο]ν ποθίερον τοῦ Ἀσκλαπιοῦ, καὶ ὁμ[οίως ἐόντω] | |
| [ἐλεύθερα]ι. μάρτυρες· Νίκων Ξενοκρίτου, — — — — — —, | |
| [— — —κρ]άτης Εὐάρχου, Ἀρνίας Αἰχμίων[ος, — — — — — —], | |
| 20 | [— — — — —κρά]τεος. |