frg. a | θεοί. |
1 | τάδε ἐμισθώθη ἐπὶ Διοτίμου ἄρχοντος Μουνιχιῶνος τετράδι |
ἱσταμένου· Ἐλευσῖνι ἐν τῶι ἱερῶι παρὰ τὸ νότιον τεῖχος τὸ τοῦ | |
ἱεροῦ, ἀρξάμενον ἀπὸ τοῦ ἐστρωμένου ὃ τοῖς κίοσιν ἔστρωται | |
τοῖς προσθίοις, τάφρον ὀρύξαι πλάτος ὀκτὼ ποδῶν, μῆκος τριά- | |
5 | κοντα ποδῶν, βάθος μέχρι τοῦ στερίφου, καὶ ἐκφορήσαντα τὴν γ- |
ῆν ἔξω τοῦ ἱεροῦ εἰς τὸ θέατρον τὸ ἐπὶ τοῦ σταδίου τιθέναι το- | |
ὺς λίθους τῆς μαλακῆς πέτρας, προσεπιτέμνοντα οὗ ἂν ἦι πέτρ- | |
α, συντιθέντα τοὺς ἁρμοὺς στερίφους ἁρμόττοντας πανταχῆι, | |
μῆκος τετράποδας, πλάτος δίποδας, πάχος τριημιποδίους, καὶ | |
10 | ἐπεργάζεσθαι κατὰ τὸν στοῖχον ἕκαστον διανεκῆ· ἐπὶ δὲ τούτ- |
ων τιθέναι καταληπτῆρας μῆκος τετράποδας, πλάτος πενθημι- | |
ποδίους, πάχος πεντεπαλάστο<υ>ς τῶν ἐκ τῆς στοᾶς καθαιρουμέν- | |
ων ἐξεργασάμενο<ν> ὀρθοὺς καὶ εὐγωνίους πανταχῆι καὶ τοὺς ἁ- | |
ρμοὺς ποιήσαντα ἐπὶ ἡμιπόδιον συντιθέναι ἀθραύστους καὶ | |
15 | ἁρμόττοντας πανταχῆι καὶ ἐπεργασάμενον ὀρθὰ καὶ εὐτενῆ. v |
μισθωτὴς Ἀντίμαχος Νεοκλείδου Κηφισιεὺς ∶𐅂ΙΙΙ∶vΗΗΗΗ·vvvvv | |
ἐγγυητὴς Νικόστρατος Ἀρεσίου Πειραιεύς. vvvvv στῆσαι τοὺς κί- | |
ονας τοὺς λιθίνους τοὺς νῦν ὑποκειμένους ὑπὸ τῆι στοᾶι, κατὰ τ- | |
αὐτὰ προσεξεργασαμένους σφόνδυλον ἑκάστωι τῶι κίονι τὸν ἐ[κ βάσ]- | |
20 | εως ὕψος δίποδα, τὴν αὐτὴν ἐργασίαν τῶι κίονι ∶Δ𐅃Ι∶ μισ[θωτὴς Κράτ]- |
ης Παμφίλου Λε[υκονοι]εὺς [․․5․․ ἐ]γγυητὴς Ἐπικ[ράτης Κράτητος Λε]- | |
υκονοιεύ[ς. — — —] | |
22a | — — — |
frg. b.23 | — — — — — — — — — — — — — ΟΕΟ․․c.7․․ τὰ ἐπιτόναια |
[․․․c.10․․․καὶ δορῶσαι καὶ] κεραμῶσαι κατὰ τὰ γεγραμμένα vac. | |
25 | [․․․․․․․․c.20․․․․․․․․ ἐπ]ιστύλια ∶ΔΔ𐅃∶ ἀριθμὸς ἐπιτοναίων, ὧν δε- |
[ῖ ξυλίνων ἐξεργάσασθ]αι ἐγ δυοῖν τετραγώνοιν ἕκαστον ∶𐅄 vac. | |
[σφηκίσκους καὶ ἱμάν]τας καὶ καλύμματα ∶ΔΔΙ∶ ταῦτα ὁ μισθωσάμε- | |
νος [παρέξει πίτταν] καὶ κόλλαν ὠμοβόϊον καὶ τἆλλα ὧν ἂν δέηι πρὸ- | |
ς τὴν ἐργ[ασίαν· καὶ τὴν ἔρ]εψιν καὶ τὴν ἀλιφὴν τῶν ξύλων καὶ τὴν | |
30 | δόρωσιν [καὶ κεράμωσιν π]λὴν κεράμου ἀποδώσει ἐξεργασάμενος |
ἐπὶ Διοτίμου [ἄρχοντος Μο]υνιχιῶνι καὶ Θαργηλιῶνι καὶ Σκιροφοριῶ· | |
μισθωτὴς Ἀγα[․․․c.11․․․․ο]υς Ἁλαιεὺς ΧΧ· ἐγγυηταὶ ∶ Χαρίας | |
Πειθίου Φρεάρρ[ιος, ․c.6․․ Καλ]λικλέους Ἁλαιεύς. |
IG II²
1682