| frg. a | θεοί. |
| 1 | τάδε ἐμισθώθη ἐπὶ Διοτίμου ἄρχοντος Μουνιχιῶνος τετράδι |
| ἱσταμένου· Ἐλευσῖνι ἐν τῶι ἱερῶι παρὰ τὸ νότιον τεῖχος τὸ τοῦ | |
| ἱεροῦ, ἀρξάμενον ἀπὸ τοῦ ἐστρωμένου ὃ τοῖς κίοσιν ἔστρωται | |
| τοῖς προσθίοις, τάφρον ὀρύξαι πλάτος ὀκτὼ ποδῶν, μῆκος τριά- | |
| 5 | κοντα ποδῶν, βάθος μέχρι τοῦ στερίφου, καὶ ἐκφορήσαντα τὴν γ- |
| ῆν ἔξω τοῦ ἱεροῦ εἰς τὸ θέατρον τὸ ἐπὶ τοῦ σταδίου τιθέναι το- | |
| ὺς λίθους τῆς μαλακῆς πέτρας, προσεπιτέμνοντα οὗ ἂν ἦι πέτρ- | |
| α, συντιθέντα τοὺς ἁρμοὺς στερίφους ἁρμόττοντας πανταχῆι, | |
| μῆκος τετράποδας, πλάτος δίποδας, πάχος τριημιποδίους, καὶ | |
| 10 | ἐπεργάζεσθαι κατὰ τὸν στοῖχον ἕκαστον διανεκῆ· ἐπὶ δὲ τούτ- |
| ων τιθέναι καταληπτῆρας μῆκος τετράποδας, πλάτος πενθημι- | |
| ποδίους, πάχος πεντεπαλάστο<υ>ς τῶν ἐκ τῆς στοᾶς καθαιρουμέν- | |
| ων ἐξεργασάμενο<ν> ὀρθοὺς καὶ εὐγωνίους πανταχῆι καὶ τοὺς ἁ- | |
| ρμοὺς ποιήσαντα ἐπὶ ἡμιπόδιον συντιθέναι ἀθραύστους καὶ | |
| 15 | ἁρμόττοντας πανταχῆι καὶ ἐπεργασάμενον ὀρθὰ καὶ εὐτενῆ. v |
| μισθωτὴς Ἀντίμαχος Νεοκλείδου Κηφισιεὺς ∶𐅂ΙΙΙ∶vΗΗΗΗ·vvvvv | |
| ἐγγυητὴς Νικόστρατος Ἀρεσίου Πειραιεύς. vvvvv στῆσαι τοὺς κί- | |
| ονας τοὺς λιθίνους τοὺς νῦν ὑποκειμένους ὑπὸ τῆι στοᾶι, κατὰ τ- | |
| αὐτὰ προσεξεργασαμένους σφόνδυλον ἑκάστωι τῶι κίονι τὸν ἐ[κ βάσ]- | |
| 20 | εως ὕψος δίποδα, τὴν αὐτὴν ἐργασίαν τῶι κίονι ∶Δ𐅃Ι∶ μισ[θωτὴς Κράτ]- |
| ης Παμφίλου Λε[υκονοι]εὺς [․․5․․ ἐ]γγυητὴς Ἐπικ[ράτης Κράτητος Λε]- | |
| υκονοιεύ[ς. — — —] | |
| 22a | — — — |
| frg. b.23 | — — — — — — — — — — — — — ΟΕΟ․․c.7․․ τὰ ἐπιτόναια |
| [․․․c.10․․․καὶ δορῶσαι καὶ] κεραμῶσαι κατὰ τὰ γεγραμμένα vac. | |
| 25 | [․․․․․․․․c.20․․․․․․․․ ἐπ]ιστύλια ∶ΔΔ𐅃∶ ἀριθμὸς ἐπιτοναίων, ὧν δε- |
| [ῖ ξυλίνων ἐξεργάσασθ]αι ἐγ δυοῖν τετραγώνοιν ἕκαστον ∶𐅄 vac. | |
| [σφηκίσκους καὶ ἱμάν]τας καὶ καλύμματα ∶ΔΔΙ∶ ταῦτα ὁ μισθωσάμε- | |
| νος [παρέξει πίτταν] καὶ κόλλαν ὠμοβόϊον καὶ τἆλλα ὧν ἂν δέηι πρὸ- | |
| ς τὴν ἐργ[ασίαν· καὶ τὴν ἔρ]εψιν καὶ τὴν ἀλιφὴν τῶν ξύλων καὶ τὴν | |
| 30 | δόρωσιν [καὶ κεράμωσιν π]λὴν κεράμου ἀποδώσει ἐξεργασάμενος |
| ἐπὶ Διοτίμου [ἄρχοντος Μο]υνιχιῶνι καὶ Θαργηλιῶνι καὶ Σκιροφοριῶ· | |
| μισθωτὴς Ἀγα[․․․c.11․․․․ο]υς Ἁλαιεὺς ΧΧ· ἐγγυηταὶ ∶ Χαρίας | |
| Πειθίου Φρεάρρ[ιος, ․c.6․․ Καλ]λικλέους Ἁλαιεύς. |
IG II²
1682