| 1 | θεο[ί]. |
| εἰς τὸ ἱερὸν Ἐλευσῖνάδε τοῖς σφονδύ- | |
| λοις τῶν κιόνων τοῦ προστώιου εἰς το- | |
| ὺς ἁρμοὺς πόλους ποῆσαι καὶ ἐμπόλια | |
| 5 | χαλκᾶ, δύο εἰς ἕκαστον τὸν ἁρμὸν ἐμπό- |
| λια καὶ ἕνα πόλον, τὰ μὲν κάτω τὰ πρῶτα | |
| ἑγδάκτυλα πανταχῆι τετράγωνα, τὰ δὲ | |
| ἀνωτάτω πεντεδάκτυλα πανταχῆι, τὰ δ- | |
| ὲ ἄλλα ἀμειβόμενα τὸ ἴσον ἀπὸ τοῦ μεγ- | |
| 10 | ίστου εἰς τὸ ἐλάχιστον· τοὺς δὲ πόλου- |
| ς στρογγύλους τοὺ<ς> μὲν κάτω μῆκος πεν- | |
| τεδακτύλους, πάχος δὲ διδακτύλους, τ- | |
| οὺς δὲ ἄνω μῆκος μὲν παλαστιαίους, πά- | |
| χος δὲ δακτύλου καὶ ἡμίσεος δακτύλο, | |
| 15 | τοὺς δὲ ἄλλους ἀμειβομένους τῶι μήκ- |
| ει καὶ τῶι πάχει τὸ ἴσον ἀπὸ τοῦ μεγίσ- | |
| του εἰς τὸν ἐλάχιστον· χαλκοῦ δὲ ἐργά- | |
| σεται Μαριέως κεκραμένου τὴν δωδεκάτ- | |
| ην, τὰ ἕνδεκα μέρη χαλκοῦ, τὸ δὲ δωδέκα- | |
| 20 | τον καττιτέρου· καὶ ἀποδώσει τὰ μὲν ἐ- |
| μπόλια ὀρθὰ καὶ ἀστραφῆ καὶ εὐγώνια, | |
| τοὺς δὲ πόλους τορνεύσει στρογγύλο- | |
| υς πρὸς τὸ παράδειγμα καὶ ἐναρμόσει | |
| εἰς τὰ ἐμπόλια ἁρμόττοντας καὶ ὀρθο- | |
| 25 | ὺς καὶ ἐντόρνους πανταχῆι, ὅπως ἂν τὸ |
| αὐτὸ ποιῶσιν περιαγόμενοι· μισθώσε- | |
| ται δὲ κατὰ μνᾶν καὶ ἀποστήσει τῶι ἀε- | |
| ὶ παρόντι τῶν ἐπιστατῶν ἢ τῶι δημοσί- | |
| ωι ἢ τῶι ἀρχιτέκτονι· ἀποδώσει δὲ τὰ ἔ- | |
| 30 | ργα μὴ ἀποκωλύων τοὺς ἐργαζομένους |
| τοὺς κίονας· ἐμισθώθη ἡ μνᾶ ∶ΙΙΙΙΙ𐅁𐅀· μισ- | |
| θωτὴς Βλεπαῖος Σω[κλ]έους Λαμ ∶ ἐγγυητ- | |
| ὴς Κηφισ[ο]φῶν Κεφαλίωνος Ἀφ<ι>δναῖος. vv | |
| vac. |
IG II²
1675