1 | θεο[ί]. |
εἰς τὸ ἱερὸν Ἐλευσῖνάδε τοῖς σφονδύ- | |
λοις τῶν κιόνων τοῦ προστώιου εἰς το- | |
ὺς ἁρμοὺς πόλους ποῆσαι καὶ ἐμπόλια | |
5 | χαλκᾶ, δύο εἰς ἕκαστον τὸν ἁρμὸν ἐμπό- |
λια καὶ ἕνα πόλον, τὰ μὲν κάτω τὰ πρῶτα | |
ἑγδάκτυλα πανταχῆι τετράγωνα, τὰ δὲ | |
ἀνωτάτω πεντεδάκτυλα πανταχῆι, τὰ δ- | |
ὲ ἄλλα ἀμειβόμενα τὸ ἴσον ἀπὸ τοῦ μεγ- | |
10 | ίστου εἰς τὸ ἐλάχιστον· τοὺς δὲ πόλου- |
ς στρογγύλους τοὺ<ς> μὲν κάτω μῆκος πεν- | |
τεδακτύλους, πάχος δὲ διδακτύλους, τ- | |
οὺς δὲ ἄνω μῆκος μὲν παλαστιαίους, πά- | |
χος δὲ δακτύλου καὶ ἡμίσεος δακτύλο, | |
15 | τοὺς δὲ ἄλλους ἀμειβομένους τῶι μήκ- |
ει καὶ τῶι πάχει τὸ ἴσον ἀπὸ τοῦ μεγίσ- | |
του εἰς τὸν ἐλάχιστον· χαλκοῦ δὲ ἐργά- | |
σεται Μαριέως κεκραμένου τὴν δωδεκάτ- | |
ην, τὰ ἕνδεκα μέρη χαλκοῦ, τὸ δὲ δωδέκα- | |
20 | τον καττιτέρου· καὶ ἀποδώσει τὰ μὲν ἐ- |
μπόλια ὀρθὰ καὶ ἀστραφῆ καὶ εὐγώνια, | |
τοὺς δὲ πόλους τορνεύσει στρογγύλο- | |
υς πρὸς τὸ παράδειγμα καὶ ἐναρμόσει | |
εἰς τὰ ἐμπόλια ἁρμόττοντας καὶ ὀρθο- | |
25 | ὺς καὶ ἐντόρνους πανταχῆι, ὅπως ἂν τὸ |
αὐτὸ ποιῶσιν περιαγόμενοι· μισθώσε- | |
ται δὲ κατὰ μνᾶν καὶ ἀποστήσει τῶι ἀε- | |
ὶ παρόντι τῶν ἐπιστατῶν ἢ τῶι δημοσί- | |
ωι ἢ τῶι ἀρχιτέκτονι· ἀποδώσει δὲ τὰ ἔ- | |
30 | ργα μὴ ἀποκωλύων τοὺς ἐργαζομένους |
τοὺς κίονας· ἐμισθώθη ἡ μνᾶ ∶ΙΙΙΙΙ𐅁𐅀· μισ- | |
θωτὴς Βλεπαῖος Σω[κλ]έους Λαμ ∶ ἐγγυητ- | |
ὴς Κηφισ[ο]φῶν Κεφαλίωνος Ἀφ<ι>δναῖος. vv | |
vac. |
IG II²
1675