[ ]
Att. — stoich. 36 — ante med. s. IV a.
1 | θεοί. |
συγγραφαί· ἀρχιτέκτων Ξενοφῶν Περιθοίδης· | |
ἐγ Κυνοσάργει τῶι τρίποδι ἑκάστωι βῆμα ποι- | |
ῆσαι· ἀνακαθηράμενον τὸ χωρίον ὅπο ἂν ὁ ἀρχι- | |
5 | τέκτων ὑπογράψει, στρωματίσαι λίθοις Ἀγρυ- |
λ̣εικοῖς ἰσόγειων, τιθέντα τοὺς λίθος ἐπὶ τὸ | |
α̣ἰπόν, καὶ ἐπικόψαι ὀρθὸν κατὰ κεφαλὴν πρὸς | |
τὸν διαβήτην· ἐπὶ δὲ το͂ Ἀγρυλεικο͂ ὀρθοστάτη- | |
ν θεῖναι ὕψος τρίποδα, πάχος καὶ πλάτος ἑπτὰ | |
10 | παλαστῶν δακτύλο λειπόντων· ἐξεργάζεσθαι |
δὲ τὸν ὀρθοστάτην, περιξεσάμενον τὰς ἄκρας | |
ὅσον ἐπὶ δύο δακτύλω πανταχεῖ, τὰ μέσα κατα[ρ]- | |
[α]χίσαι λεπτεῖ, ἐπὶ δὲ το͂ ὀρθοστάτο ἑκάστο κα- | |
ταληπτῆρα ἐπιθεῖναι, πάχος ἑπτὰ δακτύλων, π- | |
15 | λάτος τριῶν ποδῶν καὶ ἓξ δακτύλων, ἐξεργασά- |
μενον καὶ ἀποξέσαντα πανταχεῖ ὀρθὸν καὶ ὑγ- | |
ιᾶ· τιθέναι δὲ περὶ γόμφωι σιδηρῶι· ἐπὶ δὲ το͂ κ- | |
αταληπτῆρος τὸν τρίποδα καθαρμόσαι, ἐντετ- | |
ράναντα τοῖς ποσὶ καὶ περιμολυβδοχοῆσαι, κ- | |
20 | αὶ κιόνιον ὑφαρμόσαι Πεντελεικὸν ὑπὸ τὸν τ- |
ρίποδα, Δωρικὸν ἔχον τὸ ἐπίκρανον ἐξ αὐτο͂, ὑπ- | |
οξέσαντα ὀρθὸν καὶ ξύσαντα λεῖον, καὶ τὸ ἐπί- | |
[κρανον] ἐγκαῦσαι· πέτραι δὲ χρῆσθαι εἰς τὸς ὀ- | |
[ρθοστάτας καὶ] τὸς καταληπτῆρας Ἀκτίτιδι ἢ | |
25 | [Μεγαρικεῖ ἢ Ἐλευσινιακ]εῖ, ἐὰν δὲ Μεγαρικεῖ |
[πέτραι χρήσηται εἰς τοὺς ὀρθο]στάτας καὶ το- | |
[ὺς καταληπτῆρας — —] |