[ ]
Att. — stoich. 36 — ante med. s. IV a.
| 1 | θεοί. |
| συγγραφαί· ἀρχιτέκτων Ξενοφῶν Περιθοίδης· | |
| ἐγ Κυνοσάργει τῶι τρίποδι ἑκάστωι βῆμα ποι- | |
| ῆσαι· ἀνακαθηράμενον τὸ χωρίον ὅπο ἂν ὁ ἀρχι- | |
| 5 | τέκτων ὑπογράψει, στρωματίσαι λίθοις Ἀγρυ- |
| λ̣εικοῖς ἰσόγειων, τιθέντα τοὺς λίθος ἐπὶ τὸ | |
| α̣ἰπόν, καὶ ἐπικόψαι ὀρθὸν κατὰ κεφαλὴν πρὸς | |
| τὸν διαβήτην· ἐπὶ δὲ το͂ Ἀγρυλεικο͂ ὀρθοστάτη- | |
| ν θεῖναι ὕψος τρίποδα, πάχος καὶ πλάτος ἑπτὰ | |
| 10 | παλαστῶν δακτύλο λειπόντων· ἐξεργάζεσθαι |
| δὲ τὸν ὀρθοστάτην, περιξεσάμενον τὰς ἄκρας | |
| ὅσον ἐπὶ δύο δακτύλω πανταχεῖ, τὰ μέσα κατα[ρ]- | |
| [α]χίσαι λεπτεῖ, ἐπὶ δὲ το͂ ὀρθοστάτο ἑκάστο κα- | |
| ταληπτῆρα ἐπιθεῖναι, πάχος ἑπτὰ δακτύλων, π- | |
| 15 | λάτος τριῶν ποδῶν καὶ ἓξ δακτύλων, ἐξεργασά- |
| μενον καὶ ἀποξέσαντα πανταχεῖ ὀρθὸν καὶ ὑγ- | |
| ιᾶ· τιθέναι δὲ περὶ γόμφωι σιδηρῶι· ἐπὶ δὲ το͂ κ- | |
| αταληπτῆρος τὸν τρίποδα καθαρμόσαι, ἐντετ- | |
| ράναντα τοῖς ποσὶ καὶ περιμολυβδοχοῆσαι, κ- | |
| 20 | αὶ κιόνιον ὑφαρμόσαι Πεντελεικὸν ὑπὸ τὸν τ- |
| ρίποδα, Δωρικὸν ἔχον τὸ ἐπίκρανον ἐξ αὐτο͂, ὑπ- | |
| οξέσαντα ὀρθὸν καὶ ξύσαντα λεῖον, καὶ τὸ ἐπί- | |
| [κρανον] ἐγκαῦσαι· πέτραι δὲ χρῆσθαι εἰς τὸς ὀ- | |
| [ρθοστάτας καὶ] τὸς καταληπτῆρας Ἀκτίτιδι ἢ | |
| 25 | [Μεγαρικεῖ ἢ Ἐλευσινιακ]εῖ, ἐὰν δὲ Μεγαρικεῖ |
| [πέτραι χρήσηται εἰς τοὺς ὀρθο]στάτας καὶ το- | |
| [ὺς καταληπτῆρας — —] |