Ephebarchical law. Large stele of whitish marble with upper molding; relief objects below the molding.
[ ]
Mak. (Edonis) — Amphipolis — 24/3 BC — ArchEph 154 (2015) 1-45 — REA 119 (2017) 49-84 — Tekmēria 13 (2015/16) 145-171
| I.upper molding.1 | ἔτους - εʹ - καὶ κʹ - καὶ ρʹ |
| shaft | {²jug, olive wreath, palm branch, strigil, disk}² |
| Ἀδαῖος Εὐημέρου - ἐφηβαρχήσας | |
| τοῖς νέοις - νόμον - ἐφηβαρχικόν· | |
| vacat | |
| II.4 | ὁ ἐφήβαρχος ἐπιμελείσθω τῶν ἐφήβων καὶ τὰ ἄλλα ποιείτω κατὰ τὸν νόμον· |
| 5 | κύριος δὲ ἔστω καὶ ζημιῶν τὸν ἀτακτοῦντα μέχρι ἑκατὸν δραχμῶν· |
| III.6 | προσαπογραφέτω δὲ τοὺς ἐν ἡλικίᾳ ὄντας πάντας καὶ μήπω ἐφηβευκό- |
| τ̣ας ἐκ τῆς ἀπογραφῆς τῶν παίδων· ἐὰν δὲ μὴ ἀπογράψῃ, ὑπεύθυνος ἔστω· | |
| σ̣υναγέτωσαν δὲ ἅπαντας τοὺς ἐφήβους εἰς τὴν παλαίστραν καὶ τὸν | |
| ἀριθμὸν αὐτῶν ποιείσθω καὶ ἐξέτασιν· ποιείσθω δὲ τὴν μὲν πρώιτην ἐξέ- | |
| 10 | τ̣α̣σιν τῇ δευτέρᾳ τοῦ Δίου μηνὸς ἀρξάμενος, ἕως ἂν πάντας συννέμηι, |
| τ̣άς τε ἄλλας, ὅταν αἱ ἐξοπλασίαι ὦσιν· ἐὰν δέ τις μὴ ταχθῇ τῶν ἀπο- | |
| γ̣ραφέντων ἐφήβων ἢ μὴ φοιτᾷ, καθ’ ὅ,τι ἕκαστον τῶν ἐφήβων γέγρα- | |
| π̣ται, ζημιούτωι τὸν πατέρα ἢ τὸν κύριον καθ’ ἡμέραν δραχμῇ μιᾶι | |
| IV.14 | ἢ̣ ὅ̣σου κύριός ἐστιν, ἕως ἂν ταχθῇ· vv φοιτήσεως vv τοῖς ἐν τοῖς τει- |
| 15 | μήμασιν οὖσιν· ὅσοι δ’ ἂν ἔχωσιν τῶν ἐφήβων τῶν ἀπογραφέντων |
| τίμημα γῆς καὶ οἰκίας καὶ τῶν τετραπόδων τριάκοντα μνῶν, τού- | |
| τ̣ους ἀνανκαζέτω φοιτᾶν ἑκάστης ἡμέρας, ἐὰν ὦσιν κατὰ πόλιν, | |
| καὶ τὰ ὀνομάτα αὐτῶν γράψας εἰς λεύκωμα ἐκτιθέτωι ἑκάστης | |
| ἡ̣μ̣έρας· τοὺς δὲ ἀπειθοῦντας ζημιούτω καθ’ ἡμέραν δραχμῇ μι̣ᾶ̣ι· | |
| V.20 | [δ]ιδασκάλων αἵρεσις· vv ὁ ἐφήβαρχος καθιστάτω ἐπὶ τοὺς ἐφήβους |
| π̣αιδοτρίβην καὶ ἀκοντιστὴν καὶ τοξότην, οὓς ἂν οἴηται ἄριστα κα̣[ὶ] | |
| σω̣φρονέστατα ἐπιμελήσεσθαι τῶν ἐφήβων· πωιλοδαμαστῇ δ̣ὲ̣ | |
| 〚καὶ ἵπποις χρήσθωσαν καθ’ ὅ,τι ἂν οἱ βουλευταὶ〛 περὶ τούτων διατάξω̣- | |
| σ̣ι̣· μὴ ἐξέστωι δὲ τοῖς ἐφήβοις ἄλλο παιδεύεσθαι μηθέν, ἀλλὰ ἢ ὅ̣- | |
| VI.25 | [σ]α̣ γέγραπται ἐν τοῖς νόμοις· vv ἐπιμελείας ἐφήβων· vvv ὁ ἐφήβαρ- |
| χ̣ος ἐπιμελείσθω τῶν ἐφήβων καθ’ ἑκάστην ἡμέραν, ὅπως ἂν μα- | |
| νθάνωσιν οἱ ἔφηβοι τοξεύειν καὶ ἀκοντίζειν καὶ σφενδονᾶν καὶ λιθ̣[ά]- | |
| ζ̣ε̣ιν καὶ ἱππεύειν καὶ ἀφ’ ἵππου ἀκοντίζειν· παρανγγελλέτω δὲ αὐ- | |
| τοῖς καὶ διημερεύειν ἐν τῆι παλαίστρᾳ καὶ γυμνάζεσθαι παρὰ | |
| 30 | τῷ παιδοτρίβῃ, ἄλλοθι δὲ μηδαμοῦ ἀλίφεσθαι· ἐπὶ δὲ τῶν προειρημέ- |
| νων μαθημάτων καὶ αὐτὸς συμπαρέστω καὶ τῆς ὅλης αὐτῶν | |
| VII.32 | εὐταξίας ἐχέτω πρόνοιαν· vvv χρόνου καὶ ἐσθῆτος· vv οἱ δὲ ἀπο- |
| δειχθέντες ἔφηβοι ἐφηβευέτωσαν μὲν ἔτη δύο· φορείτωσαν δὲ | |
| χιτῶνα, χλαμύδα· ὑποδήματα δὲ ἐχέτωσαν κρηπείδας· ἐχέτωσαν | |
| 35 | καὶ πέτασον καὶ τόξον καὶ ἀκόντια μὴ ἔλασσον ἢ τρία· θεράπων |
| VIII.36 | δὲ μηθεὶς ἀκολουθείτω τῶι ἐφήβωι· vvv εὐκοσμίας· vvv μὴ ἐκπο- |
| ρευέσθωσαν οἱ ἔφηβοι πρὸ ἡμέρας ἐξ οἴκου· εἰσπορευέσθωσαν δὲ | |
| πρὸ ἡλίου δεδυκότoς· βαδιζέτωσαν δὲ ἐν τ<α>ῖς ὁδοῖς εὐτάκτως | |
| καὶ σιωπῆι τὴν συντομωτάτην καὶ τὴν αὐτὴν ὁδὸν ἀεὶ ἐπὶ τὰ μα- | |
| 40 | θήματα μεθ’ ἑτέρου δὲ μηθενός· ἔστωσαν δὲ καὶ ἀνυπόδετοι |
| τοῦ θέρους τὸ δίλης· μὴ ἐξέστω δὲ αὐτοῖς ἑστάναι ἐν ταῖς ὁδοῖς | |
| μηδὲ ἐπ’ ἐργαστηρίῳ, μηδὲ εἰς ἀγορὰν ἐμβάλλειν, μηδὲ ἔξω τει- | |
| χους ἐξιέναι, ἀλλ’ ὅταν ἀθρόους αὐτοὺς ὁ ἐφήβαρχος ἐξάγηι, | |
| μηδὲ ἄλλοθι μηδαμοῦ διατρίβ<ειν>, ἀλλ’ ἢ ἐν οἴκωι ἢ ἐν παλαίστρᾳ | |
| 45 | ἢ ἐπὶ τοῖς μαθήμασιν μετὰ τῶν ἄλλων ἐφήβων, μηδὲ εἰς βαλα- |
| νεῖον εἰσιέναι, εἰ μὴ νόσου ἕνεκεν ἢ ἀθλήσεως, ἐὰν ἀφεθῇ ὑπὸ | |
| τοῦ ἐφηβάρχου· μὴ ἐξέστωι δὲ συσσειτεῖν μήτε αὐτοῖς μήτε | |
| ἄλλῳ μηθενὶ μετὰ τῶν ἐφήβων κατὰ μηδεμίαν πρόφασιν | |
| μηδὲ ἄλλοθι δειπνεῖν μηδὲ ἀριστᾶν ἀλλ’ ἢ ἐν οἴκωι, εἰ δὲ μή, τὸν | |
| 50 | μὲν ἔφηβον κολαζέτω, τὸν δὲ ὑποδεξάμενον καὶ καλέσαντα |
| IX.51 | ζημιούτωι· vvvv φοιτήσεως· vvv φοιτάτωσαν δὲ οἱ ἔφηβοι ἅμα |
| τῆι ἡμέρᾳ εἰς τὴν παλαίστραν· ὁ δὲ ἐφήβαρχος, ὅταν μέλλῃ ἐπὶ | |
| τὰ μαθήματα ἐξάγειν, ἐξεταζέτω καὶ τοὺς μὴ παρόντας γρα- | |
| φέσθω· ὅταν δὲ {μὴ} παραγένωνται οἱ μὴ ἐξελθόντες, πρὸ τοῦ | |
| 55 | ἐξετάζειν τοὺς ἄλλους κολαζέτω αὐτούς, εἶτα ἐξετάσας |
| τοὺς ἥκοντας οὕτω ἐξαγέτω ἐπὶ τὰ μαθήματα ἅπαντας· παιδευ- | |
| έσθωσαν δὲ πρῶτον μὲν ἐπὶ τοῖς ἵπποις, ἔπειτα τοξεύειν καὶ ἀκον- | |
| τίζειν καὶ σφενδονᾶν καὶ λιθάζειν· ὅταν δὲ ταῦτα μελετήσωσιν, | |
| X.59 | ἀπαγέτω αὐτοὺς εἰς τὴν παλαίστραν· vvv γυμνασίας ἐφήβων· |
| 60 | οἱ ἔφηβοι γυμναζέσθωσαν, παρ’ οἷς ἔθος ἐστὶν ἀλείφεσθαι καθ’ αὑ- |
| τούς, αὐτοὶ πρότερον τῶν νεανίσκων· ἐφεστηκέτω δὲ αὐτοῖς | |
| ὁ παιδοτρίβης γυμνὸς καὶ παιδευέτω καὶ ἀναγκαζέτω γυμ- | |
| νάζεσθαι· μὴ συνγυμναζέσθω δὲ τοῖς ἐφήβοις μηθεὶς πλὴν | |
| τοῦ ἐφηβάρχου καὶ τοῦ παιδοτρίβου· ὅταν δὲ ἀλείψ̣ωνται, ἀφιέτωι | |
| 65 | αὐτοὺς ὁ ἐφήβαρχος καὶ παρανγγελέτωι εὐθέως ἀπὸ τοῦ ἀρίστου |
| ἥκειν· ἐπειδὰν συνλεγῶσιν οἱ ἔφηβοι, τὰ μὲν ἄλλα κατὰ ταὐτὰ ποι- | |
| είσθωισαν καθάπερ τὸ πρωεί, πλὴν τῆς μαθήσεως τῶν ἵππων· τοξε̣υ̣- | |
| έτωσαν δὲ καὶ ἀκοντιζέτωσαν ἐν τῇ παλαίστρᾳ· ἀφειέτω δὲ αὐ- | |
| τοὺς ὁ ἐφήβαρχος πρὸ ἡλίου δεδυκότoς ἀπιέναι· παρ’ οἷς δὲ ἔθος | |
| 70 | ἐστὶν ἀλείφεσθαι τοὺς ἐφήβους μετὰ τῶν ἀνδρῶν, ἐπιδὰν ἀπὸ |
| τῶν κοινῶν <μαθημάτων>? γένωνται τῆς γυμνασίας <ἐπιμελείσθωσαν>? αὐτῶν ὅ τε ἐφήβαρχος καὶ | |
| ὁ παιδοτρίβης, καθὼς καὶ τῶν χωρὶς ἀλειφομένων γέγραπται· | |
| XI.73 | ἀγῶνος vvv κατὰ μῆνα τοῖς ἐφήβοις· ὁ ἐφήβαρχος τῆς μαθήσε- |
| ως τῶν ἐφήβων καὶ τῆς εὐκοσμίας καὶ τῆς φιλοπονίας καὶ τῆς | |
| 75 | εὐεξίας καὶ δρόμου ἀγῶνα ποιείτω καθ’ ἕκαστον μῆνα· κρεινέτω- |
| σαν δὲ τὰ μὲν ἄλλα μετ’ αὐτοῦ οἱ πολειτάρχαι καὶ ὁ παιδονόμος | |
| καὶ οἱ γυμνασίαρχοι ὀμόσαντες τὸν γεγραμμένον ὅρκον· τῆς εὐ- | |
| κοσμίας καὶ τῆς φιλοπονίας στέφανον ὁ ἐφήβαρχος ἀποδιδότω | |
| ὀμόσας ἐναντίον τῶν συνκρεινόντων καὶ ἀναγορευέτω πρῶτον μὲν | |
| 80 | τὸν τῆς εὐκοσμίας, εἶτεν τὸν τῆς φιλοπονίας, εἶτεν τὸν τῆς εὐ<ε>ξί̣α̣ς̣, |
| εἶτεν τοὺς ἄλλους, οὓς ἂν ἕκαστοι νεικήσωσι, καὶ τοὺς νεικῶντας | |
| ἀπογραφέτω· τοῦ Ὀλῴου μηνὸς τῆι προτέραι τῆς τριακάδος ὁ ἐφήβ̣α̣[ρ]- | |
| χ̣ος ποιείτω τὸν ἀγῶνα καθάπερ τοῖς ἄλλοις μησίν· ᾧ δ’ ἂν πλεῖσ- | |
| ται νεῖκαι ὦσιν ἐν τῶι ἐνιαυτῶι ἑκάστου ἀγωινίσματος, ἀναγορευέτω | |
| 85 | τοῦτον νεικῶντα καὶ τὴν ἀπογραφὴν τῶν νεικώντων τοῖς πολιτάρχαις |
| XII.86 | αὐθημερὸν διδότω· vvvvv ἀγωνιστῶν· vvvv εἰς τοὺς κατ’ ἐνιαυτὸν |
| γεινομένους ἀγῶνας καταλεγέτω ὁ ἐφήβαρχος ἐκ τῶν τὸ δεύτερον | |
| [ἔ]τος ἐφηβευόντων ἱκανοὺς τοὺς ἀγωνιουμένους τὰ παρ’ αὐτοῖς ἠθισμέ- | |
| να ἀγωνίσματα· ἐξέστω δὲ καὶ τῶν ἄλλων ἐφήβων ἀγωνίσζεσθαι τῶι | |
| XIII.90 | βουλομένῳ ἄλλῳ δὲ μηδενὶ ἐν τοῖς ἐφήβοις· vvvv ὅρκος· vvv κρινῶ τῶν |
| [ἐ]φή̣βων οἵτινες ἄμ μοι δοκῶσιν ἄριστα τῶι σώματι διακεῖσθαι καὶ ἀποφα- | |
| νοῦμαι τοὺς νικῶντας καθ’ ἕκαστον τῶν μαθημάτων οὔτε χάριτος ἕνε- | |
| κεν οὔτε ἔχθρας οὐδεμιᾶς· εὐορκοῦντι μέμ μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τὰ | |
| ἐναντία· ἐπειδὰν ὀμόσωσιν, παραγέτω ὁ ἐφήβαρχος τοὺς ἐφήβους καὶ πο[ι]- | |
| 95 | [ε]ίτω τὸν ἀγῶνα αὐτῶν καθ’ ἕκαστον τῶν μαθημάτων· ἐπειδὰν ἀγωνίσω[ν]- |
| τ̣αι καὶ καθ’ ἕκαστον τρὶς ἀποφαίνωνται, παρίτω ὁ παιδοτρίβης καὶ οἱ ἔφηβοι πά- | |
| ντες ἠλιμμένοι· ὅταν δὲ παρέλθωσιν, οἵτινες ἂν δοκῶσιν αὐτοῖς τρεῖς κοσμ[ι]- | |
| ώτατα τὸ σῶμα διακεῖσθαι καὶ ἄριστα γεγυμνάσθαι, οὗτοι νεικάτωσαν· ὁ {ΤΑΝ} | |
| δὲ {Ο} ἐπώνυμος ἱερεὺς ἐν τῶι γυμνικῶι ἀγῶνι, ὅταν τὰ νόμιμα γένηται, στεφα- | |
| 100 | νούτω τοὺς νεικῶντας ἅπαντας, ὁ δὲ κῆρυξ ἀναγγελλέτω τὰ ὀνόματα τού- |
| των· οἱ δὲ νεικήσαντες τὴν ἡμέραν ἐκείνην στεφανηφορείτωσαν καὶ ἔστωι | |
| ταινιοῦν τῶι βουλομένῳ κατὰ τὸν νόμον· διδότω δὲ καὶ τὰ ὀνόματα τῶν | |
| XIV.103 | [ν]εικώντων ὁ ἐφήβαρχος τοῖς πολειτάρχαις· vvv ἀγωνιστῶν· vv ἐὰν δέ |
| τινες τῶν ἐφήβων βούλωνται μελετᾶν ἐπί τινα τῶν ἀγώνων, λεγέτωι ὁ | |
| 105 | π̣ατὴρ ἢ ὁ κύριος τῶι ἐφηβάρχῳ, ὁ δὲ ἐφήβαρχος ἐάτω μελετᾶν αὐτὸν ὡς ἂν̣ |
| τῶι ἀγῶνι συμφέρῃ· ἐξέστω δὲ αὐτῷ καὶ ἀποδημεῖν τοῦ ἀγῶνος ἕνεκεν· | |
| [ἐ]ὰν δὲ ψεύσσηται πρὸς τὸν ἐφήβαρχον, ζημιούσθω ὁ πατὴρ ἢ ὁ κύριος αὐτοῦ, | |
| τὸν δὲ ἔφηβον ἀναγκαζέτω τάσσεσθαι μετὰ τῶν ἄλλων ἐφήβων· ἐὰν δέ | |
| τις τῶν ἐφήβων μαλακίζηται ἢ τῶν οἰκείων αὐτοῦ τις τελευτήσῃ, εἰπάτω | |
| 110 | πρὸς τὸν ἐφήβαρχον, ὁ δὲ ἐφήβαρχος, ἐὰν ἀληθῆ λέγῃ, ἀφέτω αὐτόν· vvv |
| XV.111 | ζημίας διδασκάλων· vvv ἐὰν δέ τις τῶν τοὺς ἐφήβους παιδευόντων μὴ |
| κοσμίως μηδὲ σωφρόνως ζῇ, μηδὲ ἐπιμελῆται τῆς παιδεύσεως τῶν ἐ- | |
| φήβων δικαίως, ἀλλ’ ἐπὶ βλάβῃ ἢι αἰσχύνῃ φανερὸς γένηταί τι ποιῶν, ζημι̣ού- | |
| τω αὐτὸν ὁ ἐφήβαρχος ὅσου κύριός ἐστιν καὶ ἀφειστάτω αὐτὸν ἀπὸ τῆς ἐπιμε- | |
| 115 | λείας, προσαγγελλέτω δὲ τοῖς πολειτάρχαις, εἰ δὲ μὴ, ὑπεύθυνος ἔστω· ἐξέστ̣ω |
| δὲ καὶ τῶν ἄλλων τῶι βουλομένῳ, ὃς ἂν τῶν παιδευόντων ποιήσηται τὴν ἀναστ̣ρ̣ο- | |
| XVI.117 | φὴν μὴ δεόντως, γράψασθαι δίκην· vvvv ζημιώσεως τῶν ἄλλων· vvv ἐὰν δέ |
| τις τῶν ἄλλων κακῶς λέγῃ τοὺς ἐφήβους ἢ κατακολουθῇ μὴ ἐπὶ τῷ βελτίστωι | |
| ἢ διαλέγηται ἔξω τῆς παλαίστρας ἢ ἄλλο τι ἀκοσμῇ ἢ ἀδικῇ ὧν εἴρηται τὸν ἐφή- | |
| 120 | βαρχον ἐπιμελεῖσθαι, ζημι̣ούτω αὐτὸν ὁ ἐφήβαρχος· καὶ ἄν τις τῶν ἐφήβων ἀτα- |
| κτῇ ἢ μὴ πείθηται τοῖς νόμοις, κύριος ἔστω ὁ ἐφήβαρχος κολάζων κατὰ τὴν ἀξίαν· | |
| ἐὰν δὲ ὁ πατὴρ ἢ ὁ κύριος αἴτιος ἦι ὧν ἂν ὁ ἔφη%⁸⁰%⁸⁰βος ἁμαρτάνῃ, ζημιούτω αὐτὸν | |
| XVII.123 | κατὰ τὸ ἀδίκημα ἕκαστον ὅσῳ κύριός ἐστιν, ἕως ἂν παύσηται· vv θέας· vvv |
| ὅταν δὲ θέα τις ἦι, συλλεγέσθωσαν οἱ ἔφηβοι, ὅταν ὁ ἐφήβαρχος παραγγείλῃ· ὁ δὲ | |
| 125 | ἐφήβαρχος ἀγέτω αὐτοὺς ἀθρόους καὶ καθιζέτω αὐτοὺς εἰς τὸν ἀποδεδειγμέ- |
| νον τόπον καὶ αὐτὸς συνθεάστω· ἐν δὲ τοῖς ἐφήβοις μηθένα ἐάτω θεωρεῖν· ἐὰν δ̣έ | |
| [τ]ι̣ς βιάζηται, κωλυέτω αὐτὸν ὁ ἐφήβαρχος τρόπῳ ὅτῳ ἂν ἐπίστηται· μὴ ἐάτω δὲ αὐτοὺς | |
| ἐν τῆι θέᾳ μήτε κροτεῖν μήτε συρίζειν, ἀλλὰ σιγῇ καὶ κοσμίως θεωρείτωσαν· θέ- | |
| αμα δὲ μηθὲν θεωρείτωσαν οἱ ἔφηβοι πλὴν σκηνικῶν καὶ θυμελικῶν καὶ γυμν[ι]- | |
| XVIII.130 | κῶν ἀγώνων· vvvv πομπῆς· vvv οἱ ἔφηβοι πομπευέτωσαν τὰς παρ’ ἑκάσ- |
| τοις ἠθισμένας πομπὰς ἐστεφανωμένοι θαλλοῦ στεφάνωι ἐν τῆι στολῇ | |
| τῇ ἐφηβικῇ· ὁ δὲ ἐφήβαρχος ἡγείσθω αὐτῶν καὶ διατασσέτω καθ’ ὅ,τι πορεύσον- | |
| ται· τασσέτω δὲ πρώτους τοὺς πλειστάκι νενεικηκότας ἐν τοῖς ἀγῶσι· | |
| XIX.134 | ἀτελείας· vvvv οἱ ἔφηβοι ἀτελεῖς ἔστωσαν λιτουργιῶν πασῶν· μὴ εἶναι δὲ |
| 135 | μηδὲ δίκας τοῖς ἐφήβοις μηδὲ κατὰ τῶν ἐφήβων ἄλλῳ μηδενὶ τὸν χρόνον |
| XX.136 | ὃν ἂν ἐφηβεύωσιν· vvvv ἐξοδίας· vvv ποιείσθωσαν δὲ καὶ ἐξοδίας τῶν τὸ |
| δεύτερον ἔτος ἐφηβευόντων μὴ ἔλασσον ἢ ἅπαξ τοῦ μηνὸς καὶ ἐπαναγέ- | |
| τωσαν εἰς πόλιν αὐθημερὸν τοὺς ἐφήβους· ὅταν δὲ ὁ ἐφήβαρχος ἀπῇ ἐπὶ τῶ[ν] | |
| ἐξοδιῶν, ἐπιμελείσθω τῶν ἐφήβων τῶν καταλειπομένων ὁ παιδονόμος. |