Ephebarchical law.  Large stele of whitish marble with upper molding; relief objects below the molding.
[ ] Mak. (Edonis) — Amphipolis — 24/3 BC — ArchEph 154 (2015) 1-45 — REA 119 (2017) 49-84 — Tekmēria 13 (2015/16) 145-171
I.upper molding.1 ἔτους - εʹ - καὶ κʹ - καὶ ρʹ
shaft {²jug, olive wreath, palm branch, strigil, disk}²
Ἀδαῖος Εὐημέρου - ἐφηβαρχήσας
τοῖς νέοις - νόμον - ἐφηβαρχικόν·
                vacat
II.4 ὁ ἐφήβαρχος ἐπιμελείσθω τῶν ἐφήβων καὶ τὰ ἄλλα ποιείτω κατὰ τὸν νόμον·
5 κύριος δὲ ἔστω καὶ ζημιῶν τὸν ἀτακτοῦντα μέχρι ἑκατὸν δραχμῶν·
III.6 προσαπογραφέτω δὲ τοὺς ἐν ἡλικίᾳ ὄντας πάντας καὶ μήπω ἐφηβευκό-
τ̣ας ἐκ τῆς ἀπογραφῆς τῶν παίδων· ἐὰν δὲ μὴ ἀπογράψῃ, ὑπεύθυνος ἔστω·
σ̣υναγέτωσαν δὲ ἅπαντας τοὺς ἐφήβους εἰς τὴν παλαίστραν καὶ τὸν
ἀριθμὸν αὐτῶν ποιείσθω καὶ ἐξέτασιν· ποιείσθω δὲ τὴν μὲν πρώιτην ἐξέ-
10 τ̣α̣σιν τῇ δευτέρᾳ τοῦ Δίου μηνὸς ἀρξάμενος, ἕως ἂν πάντας συννέμηι,
τ̣άς τε ἄλλας, ὅταν αἱ ἐξοπλασίαι ὦσιν· ἐὰν δέ τις μὴ ταχθῇ τῶν ἀπο-
γ̣ραφέντων ἐφήβων ἢ μὴ φοιτᾷ, καθ’ ὅ,τι ἕκαστον τῶν ἐφήβων γέγρα-
π̣ται, ζημιούτωι τὸν πατέρα ἢ τὸν κύριον καθ’ ἡμέραν δραχμῇ μιᾶι
IV.14 ἢ̣ ὅ̣σου κύριός ἐστιν, ἕως ἂν ταχθῇ· vv φοιτήσεως vv τοῖς ἐν τοῖς τει-
15 μήμασιν οὖσιν· ὅσοι δ’ ἂν ἔχωσιν τῶν ἐφήβων τῶν ἀπογραφέντων
τίμημα γῆς καὶ οἰκίας καὶ τῶν τετραπόδων τριάκοντα μνῶν, τού-
τ̣ους ἀνανκαζέτω φοιτᾶν ἑκάστης ἡμέρας, ἐὰν ὦσιν κατὰ πόλιν,
καὶ τὰ ὀνομάτα αὐτῶν γράψας εἰς λεύκωμα ἐκτιθέτωι ἑκάστης
ἡ̣μ̣έρας· τοὺς δὲ ἀπειθοῦντας ζημιούτω καθ’ ἡμέραν δραχμῇ μι̣ᾶ̣ι·
V.20 [δ]ιδασκάλων αἵρεσις· vv ὁ ἐφήβαρχος καθιστάτω ἐπὶ τοὺς ἐφήβους
π̣αιδοτρίβην καὶ ἀκοντιστὴν καὶ τοξότην, οὓς ἂν οἴηται ἄριστα κα̣[ὶ]
σω̣φρονέστατα ἐπιμελήσεσθαι τῶν ἐφήβων· πωιλοδαμαστῇ δ̣ὲ̣
〚καὶ ἵπποις χρήσθωσαν καθ’ ὅ,τι ἂν οἱ βουλευταὶ〛 περὶ τούτων διατάξω̣-
σ̣ι̣· μὴ ἐξέστωι δὲ τοῖς ἐφήβοις ἄλλο παιδεύεσθαι μηθέν, ἀλλὰ ἢ ὅ̣-
VI.25 [σ]α̣ γέγραπται ἐν τοῖς νόμοις· vv ἐπιμελείας ἐφήβων· vvv ὁ ἐφήβαρ-
χ̣ος ἐπιμελείσθω τῶν ἐφήβων καθ’ ἑκάστην ἡμέραν, ὅπως ἂν μα-
νθάνωσιν οἱ ἔφηβοι τοξεύειν καὶ ἀκοντίζειν καὶ σφενδονᾶν καὶ λιθ̣[ά]-
ζ̣ε̣ιν καὶ ἱππεύειν καὶ ἀφ’ ἵππου ἀκοντίζειν· παρανγγελλέτω δὲ αὐ-
τοῖς καὶ διημερεύειν ἐν τῆι παλαίστρᾳ καὶ γυμνάζεσθαι παρὰ
30 τῷ παιδοτρίβῃ, ἄλλοθι δὲ μηδαμοῦ ἀλίφεσθαι· ἐπὶ δὲ τῶν προειρημέ-
νων μαθημάτων καὶ αὐτὸς συμπαρέστω καὶ τῆς ὅλης αὐτῶν
VII.32 εὐταξίας ἐχέτω πρόνοιαν· vvv χρόνου καὶ ἐσθῆτος· vv οἱ δὲ ἀπο-
δειχθέντες ἔφηβοι ἐφηβευέτωσαν μὲν ἔτη δύο· φορείτωσαν δὲ
χιτῶνα, χλαμύδα· ὑποδήματα δὲ ἐχέτωσαν κρηπείδας· ἐχέτωσαν
35 καὶ πέτασον καὶ τόξον καὶ ἀκόντια μὴ ἔλασσον ἢ τρία· θεράπων
VIII.36 δὲ μηθεὶς ἀκολουθείτω τῶι ἐφήβωι· vvv εὐκοσμίας· vvv μὴ ἐκπο-
ρευέσθωσαν οἱ ἔφηβοι πρὸ ἡμέρας ἐξ οἴκου· εἰσπορευέσθωσαν δὲ
πρὸ ἡλίου δεδυκότoς· βαδιζέτωσαν δὲ ἐν τ<α>ῖς ὁδοῖς εὐτάκτως
καὶ σιωπῆι τὴν συντομωτάτην καὶ τὴν αὐτὴν ὁδὸν ἀεὶ ἐπὶ τὰ μα-
40 θήματα μεθ’ ἑτέρου δὲ μηθενός· ἔστωσαν δὲ καὶ ἀνυπόδετοι
τοῦ θέρους τὸ δίλης· μὴ ἐξέστω δὲ αὐτοῖς ἑστάναι ἐν ταῖς ὁδοῖς
μηδὲ ἐπ’ ἐργαστηρίῳ, μηδὲ εἰς ἀγορὰν ἐμβάλλειν, μηδὲ ἔξω τει-
χους ἐξιέναι, ἀλλ’ ὅταν ἀθρόους αὐτοὺς ὁ ἐφήβαρχος ἐξάγηι,
μηδὲ ἄλλοθι μηδαμοῦ διατρίβ<ειν>, ἀλλ’ ἢ ἐν οἴκωι ἢ ἐν παλαίστρᾳ
45 ἢ ἐπὶ τοῖς μαθήμασιν μετὰ τῶν ἄλλων ἐφήβων, μηδὲ εἰς βαλα-
νεῖον εἰσιέναι, εἰ μὴ νόσου ἕνεκεν ἢ ἀθλήσεως, ἐὰν ἀφεθῇ ὑπὸ
τοῦ ἐφηβάρχου· μὴ ἐξέστωι δὲ συσσειτεῖν μήτε αὐτοῖς μήτε
ἄλλῳ μηθενὶ μετὰ τῶν ἐφήβων κατὰ μηδεμίαν πρόφασιν
μηδὲ ἄλλοθι δειπνεῖν μηδὲ ἀριστᾶν ἀλλ’ ἢ ἐν οἴκωι, εἰ δὲ μή, τὸν
50 μὲν ἔφηβον κολαζέτω, τὸν δὲ ὑποδεξάμενον καὶ καλέσαντα
IX.51 ζημιούτωι· vvvv φοιτήσεως· vvv φοιτάτωσαν δὲ οἱ ἔφηβοι ἅμα
τῆι ἡμέρᾳ εἰς τὴν παλαίστραν· ὁ δὲ ἐφήβαρχος, ὅταν μέλλῃ ἐπὶ
τὰ μαθήματα ἐξάγειν, ἐξεταζέτω καὶ τοὺς μὴ παρόντας γρα-
φέσθω· ὅταν δὲ {μὴ} παραγένωνται οἱ μὴ ἐξελθόντες, πρὸ τοῦ
55 ἐξετάζειν τοὺς ἄλλους κολαζέτω αὐτούς, εἶτα ἐξετάσας
τοὺς ἥκοντας οὕτω ἐξαγέτω ἐπὶ τὰ μαθήματα ἅπαντας· παιδευ-
έσθωσαν δὲ πρῶτον μὲν ἐπὶ τοῖς ἵπποις, ἔπειτα τοξεύειν καὶ ἀκον-
τίζειν καὶ σφενδονᾶν καὶ λιθάζειν· ὅταν δὲ ταῦτα μελετήσωσιν,
X.59 ἀπαγέτω αὐτοὺς εἰς τὴν παλαίστραν· vvv γυμνασίας ἐφήβων·
60 οἱ ἔφηβοι γυμναζέσθωσαν, παρ’ οἷς ἔθος ἐστὶν ἀλείφεσθαι καθ’ αὑ-
τούς, αὐτοὶ πρότερον τῶν νεανίσκων· ἐφεστηκέτω δὲ αὐτοῖς
ὁ παιδοτρίβης γυμνὸς καὶ παιδευέτω καὶ ἀναγκαζέτω γυμ-
νάζεσθαι· μὴ συνγυμναζέσθω δὲ τοῖς ἐφήβοις μηθεὶς πλὴν
τοῦ ἐφηβάρχου καὶ τοῦ παιδοτρίβου· ὅταν δὲ ἀλείψ̣ωνται, ἀφιέτωι
65 αὐτοὺς ὁ ἐφήβαρχος καὶ παρανγγελέτωι εὐθέως ἀπὸ τοῦ ἀρίστου
ἥκειν· ἐπειδὰν συνλεγῶσιν οἱ ἔφηβοι, τὰ μὲν ἄλλα κατὰ ταὐτὰ ποι-
είσθωισαν καθάπερ τὸ πρωεί, πλὴν τῆς μαθήσεως τῶν ἵππων· τοξε̣υ̣-
έτωσαν δὲ καὶ ἀκοντιζέτωσαν ἐν τῇ παλαίστρᾳ· ἀφειέτω δὲ αὐ-
τοὺς ὁ ἐφήβαρχος πρὸ ἡλίου δεδυκότoς ἀπιέναι· παρ’ οἷς δὲ ἔθος
70 ἐστὶν ἀλείφεσθαι τοὺς ἐφήβους μετὰ τῶν ἀνδρῶν, ἐπιδὰν ἀπὸ
τῶν κοινῶν <μαθημάτων>? γένωνται τῆς γυμνασίας <ἐπιμελείσθωσαν>? αὐτῶν ὅ τε ἐφήβαρχος καὶ
ὁ παιδοτρίβης, καθὼς καὶ τῶν χωρὶς ἀλειφομένων γέγραπται·
XI.73 ἀγῶνος vvv κατὰ μῆνα τοῖς ἐφήβοις· ὁ ἐφήβαρχος τῆς μαθήσε-
ως τῶν ἐφήβων καὶ τῆς εὐκοσμίας καὶ τῆς φιλοπονίας καὶ τῆς
75 εὐεξίας καὶ δρόμου ἀγῶνα ποιείτω καθ’ ἕκαστον μῆνα· κρεινέτω-
σαν δὲ τὰ μὲν ἄλλα μετ’ αὐτοῦ οἱ πολειτάρχαι καὶ ὁ παιδονόμος
καὶ οἱ γυμνασίαρχοι ὀμόσαντες τὸν γεγραμμένον ὅρκον· τῆς εὐ-
κοσμίας καὶ τῆς φιλοπονίας στέφανον ὁ ἐφήβαρχος ἀποδιδότω
ὀμόσας ἐναντίον τῶν συνκρεινόντων καὶ ἀναγορευέτω πρῶτον μὲν
80 τὸν τῆς εὐκοσμίας, εἶτεν τὸν τῆς φιλοπονίας, εἶτεν τὸν τῆς εὐ<ε>ξί̣α̣ς̣,
εἶτεν τοὺς ἄλλους, οὓς ἂν ἕκαστοι νεικήσωσι, καὶ τοὺς νεικῶντας
ἀπογραφέτω· τοῦ Ὀλῴου μηνὸς τῆι προτέραι τῆς τριακάδος ὁ ἐφήβ̣α̣[ρ]-
χ̣ος ποιείτω τὸν ἀγῶνα καθάπερ τοῖς ἄλλοις μησίν· ᾧ δ’ ἂν πλεῖσ-
ται νεῖκαι ὦσιν ἐν τῶι ἐνιαυτῶι ἑκάστου ἀγωινίσματος, ἀναγορευέτω
85 τοῦτον νεικῶντα καὶ τὴν ἀπογραφὴν τῶν νεικώντων τοῖς πολιτάρχαις
XII.86 αὐθημερὸν διδότω· vvvvv ἀγωνιστῶν· vvvv εἰς τοὺς κατ’ ἐνιαυτὸν
γεινομένους ἀγῶνας καταλεγέτω ὁ ἐφήβαρχος ἐκ τῶν τὸ δεύτερον
[ἔ]τος ἐφηβευόντων ἱκανοὺς τοὺς ἀγωνιουμένους τὰ παρ’ αὐτοῖς ἠθισμέ-
να ἀγωνίσματα· ἐξέστω δὲ καὶ τῶν ἄλλων ἐφήβων ἀγωνίσζεσθαι τῶι
XIII.90 βουλομένῳ ἄλλῳ δὲ μηδενὶ ἐν τοῖς ἐφήβοις· vvvv ὅρκος· vvv κρινῶ τῶν
[ἐ]φή̣βων οἵτινες ἄμ μοι δοκῶσιν ἄριστα τῶι σώματι διακεῖσθαι καὶ ἀποφα-
νοῦμαι τοὺς νικῶντας καθ’ ἕκαστον τῶν μαθημάτων οὔτε χάριτος ἕνε-
κεν οὔτε ἔχθρας οὐδεμιᾶς· εὐορκοῦντι μέμ μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τὰ
ἐναντία· ἐπειδὰν ὀμόσωσιν, παραγέτω ὁ ἐφήβαρχος τοὺς ἐφήβους καὶ πο[ι]-
95 [ε]ίτω τὸν ἀγῶνα αὐτῶν καθ’ ἕκαστον τῶν μαθημάτων· ἐπειδὰν ἀγωνίσω[ν]-
τ̣αι καὶ καθ’ ἕκαστον τρὶς ἀποφαίνωνται, παρίτω ὁ παιδοτρίβης καὶ οἱ ἔφηβοι πά-
ντες ἠλιμμένοι· ὅταν δὲ παρέλθωσιν, οἵτινες ἂν δοκῶσιν αὐτοῖς τρεῖς κοσμ[ι]-
ώτατα τὸ σῶμα διακεῖσθαι καὶ ἄριστα γεγυμνάσθαι, οὗτοι νεικάτωσαν· ὁ {ΤΑΝ}
δὲ {Ο} ἐπώνυμος ἱερεὺς ἐν τῶι γυμνικῶι ἀγῶνι, ὅταν τὰ νόμιμα γένηται, στεφα-
100 νούτω τοὺς νεικῶντας ἅπαντας, ὁ δὲ κῆρυξ ἀναγγελλέτω τὰ ὀνόματα τού-
των· οἱ δὲ νεικήσαντες τὴν ἡμέραν ἐκείνην στεφανηφορείτωσαν καὶ ἔστωι
ταινιοῦν τῶι βουλομένῳ κατὰ τὸν νόμον· διδότω δὲ καὶ τὰ ὀνόματα τῶν
XIV.103 [ν]εικώντων ὁ ἐφήβαρχος τοῖς πολειτάρχαις· vvv ἀγωνιστῶν· vv ἐὰν δέ
τινες τῶν ἐφήβων βούλωνται μελετᾶν ἐπί τινα τῶν ἀγώνων, λεγέτωι ὁ
105 π̣ατὴρ ἢ ὁ κύριος τῶι ἐφηβάρχῳ, ὁ δὲ ἐφήβαρχος ἐάτω μελετᾶν αὐτὸν ὡς ἂν̣
τῶι ἀγῶνι συμφέρῃ· ἐξέστω δὲ αὐτῷ καὶ ἀποδημεῖν τοῦ ἀγῶνος ἕνεκεν·
[ἐ]ὰν δὲ ψεύσσηται πρὸς τὸν ἐφήβαρχον, ζημιούσθω ὁ πατὴρ ἢ ὁ κύριος αὐτοῦ,
τὸν δὲ ἔφηβον ἀναγκαζέτω τάσσεσθαι μετὰ τῶν ἄλλων ἐφήβων· ἐὰν δέ
τις τῶν ἐφήβων μαλακίζηται ἢ τῶν οἰκείων αὐτοῦ τις τελευτήσῃ, εἰπάτω
110 πρὸς τὸν ἐφήβαρχον, ὁ δὲ ἐφήβαρχος, ἐὰν ἀληθῆ λέγῃ, ἀφέτω αὐτόν· vvv
XV.111 ζημίας διδασκάλων· vvv ἐὰν δέ τις τῶν τοὺς ἐφήβους παιδευόντων μὴ
κοσμίως μηδὲ σωφρόνως ζῇ, μηδὲ ἐπιμελῆται τῆς παιδεύσεως τῶν ἐ-
φήβων δικαίως, ἀλλ’ ἐπὶ βλάβῃ ἢι αἰσχύνῃ φανερὸς γένηταί τι ποιῶν, ζημι̣ού-
τω αὐτὸν ὁ ἐφήβαρχος ὅσου κύριός ἐστιν καὶ ἀφειστάτω αὐτὸν ἀπὸ τῆς ἐπιμε-
115 λείας, προσαγγελλέτω δὲ τοῖς πολειτάρχαις, εἰ δὲ μὴ, ὑπεύθυνος ἔστω· ἐξέστ̣ω
δὲ καὶ τῶν ἄλλων τῶι βουλομένῳ, ὃς ἂν τῶν παιδευόντων ποιήσηται τὴν ἀναστ̣ρ̣ο-
XVI.117 φὴν μὴ δεόντως, γράψασθαι δίκην· vvvv ζημιώσεως τῶν ἄλλων· vvv ἐὰν δέ
τις τῶν ἄλλων κακῶς λέγῃ τοὺς ἐφήβους ἢ κατακολουθῇ μὴ ἐπὶ τῷ βελτίστωι
ἢ διαλέγηται ἔξω τῆς παλαίστρας ἢ ἄλλο τι ἀκοσμῇ ἢ ἀδικῇ ὧν εἴρηται τὸν ἐφή-
120 βαρχον ἐπιμελεῖσθαι, ζημι̣ούτω αὐτὸν ὁ ἐφήβαρχος· καὶ ἄν τις τῶν ἐφήβων ἀτα-
κτῇ ἢ μὴ πείθηται τοῖς νόμοις, κύριος ἔστω ὁ ἐφήβαρχος κολάζων κατὰ τὴν ἀξίαν·
ἐὰν δὲ ὁ πατὴρ ἢ ὁ κύριος αἴτιος ἦι ὧν ἂν ὁ ἔφη%⁸⁰%⁸⁰βος ἁμαρτάνῃ, ζημιούτω αὐτὸν
XVII.123 κατὰ τὸ ἀδίκημα ἕκαστον ὅσῳ κύριός ἐστιν, ἕως ἂν παύσηται· vv θέας· vvv
ὅταν δὲ θέα τις ἦι, συλλεγέσθωσαν οἱ ἔφηβοι, ὅταν ὁ ἐφήβαρχος παραγγείλῃ· ὁ δὲ
125 ἐφήβαρχος ἀγέτω αὐτοὺς ἀθρόους καὶ καθιζέτω αὐτοὺς εἰς τὸν ἀποδεδειγμέ-
νον τόπον καὶ αὐτὸς συνθεάστω· ἐν δὲ τοῖς ἐφήβοις μηθένα ἐάτω θεωρεῖν· ἐὰν δ̣έ
[τ]ι̣ς βιάζηται, κωλυέτω αὐτὸν ὁ ἐφήβαρχος τρόπῳ ὅτῳ ἂν ἐπίστηται· μὴ ἐάτω δὲ αὐτοὺς
ἐν τῆι θέᾳ μήτε κροτεῖν μήτε συρίζειν, ἀλλὰ σιγῇ καὶ κοσμίως θεωρείτωσαν· θέ-
αμα δὲ μηθὲν θεωρείτωσαν οἱ ἔφηβοι πλὴν σκηνικῶν καὶ θυμελικῶν καὶ γυμν[ι]-
XVIII.130 κῶν ἀγώνων· vvvv πομπῆς· vvv οἱ ἔφηβοι πομπευέτωσαν τὰς παρ’ ἑκάσ-
τοις ἠθισμένας πομπὰς ἐστεφανωμένοι θαλλοῦ στεφάνωι ἐν τῆι στολῇ
τῇ ἐφηβικῇ· ὁ δὲ ἐφήβαρχος ἡγείσθω αὐτῶν καὶ διατασσέτω καθ’ ὅ,τι πορεύσον-
ται· τασσέτω δὲ πρώτους τοὺς πλειστάκι νενεικηκότας ἐν τοῖς ἀγῶσι·
XIX.134 ἀτελείας· vvvv οἱ ἔφηβοι ἀτελεῖς ἔστωσαν λιτουργιῶν πασῶν· μὴ εἶναι δὲ
135 μηδὲ δίκας τοῖς ἐφήβοις μηδὲ κατὰ τῶν ἐφήβων ἄλλῳ μηδενὶ τὸν χρόνον
XX.136 ὃν ἂν ἐφηβεύωσιν· vvvv ἐξοδίας· vvv ποιείσθωσαν δὲ καὶ ἐξοδίας τῶν τὸ
δεύτερον ἔτος ἐφηβευόντων μὴ ἔλασσον ἢ ἅπαξ τοῦ μηνὸς καὶ ἐπαναγέ-
τωσαν εἰς πόλιν αὐθημερὸν τοὺς ἐφήβους· ὅταν δὲ ὁ ἐφήβαρχος ἀπῇ ἐπὶ τῶ[ν]
ἐξοδιῶν, ἐπιμελείσθω τῶν ἐφήβων τῶν καταλειπομένων ὁ παιδονόμος.
Search Help
Contact Us