Documents concerning the reconciliation of the Dikaiopolitai. Stele of white marble, inscribed on the front and right faces.
[ ]
Mak. (Chalkidike) — Dikaia (Nea Kallikrateia) — ca. 364/3 BC — Anc. Mac. VII (2007) 253-274 — CRAI (2008) 781-792 — SEG 61.488; 62.415 (cf.)
| face A, front.I.1 | [vacat Θεός?]· Τύχη Ἀ̣[γ]αθή· ἔδοξε τ̣ῆ̣ι ἐ̣κ̣[κλησίηι· γνώμη]ν̣ |
| [περ]ὶ̣ τῶν συναλ[λα]γῶμ παρήν[εγκε]ν? Λύ[κιος καὶ] ο̣ἱ συν- | |
| αλλακταί· περὶ τ[ού]των πάντων ψη̣φί[ζ]ο[ντ]α̣ Λύκιον καὶ | |
| II.4 | ἐπιτελέοντα ἐν [τ]ῆι ἐκκλησίηι κύριον εἶ[ν]αι· ⁝ ἔδοξε τῆι |
| 5 | ἐκκλησίηι· τοὺς [π]ολίτας πάντας ὀμ̣όσ[α]ι τὸν ὅρκον τὸ[ν] |
| συγγεγραμμένο[ν] ἐν τρισὶν ἱεροῖς τοῖς [ἁ]γιωτάτοις καὶ | |
| ἐ̣ν ἀγορῆι, Δία, Γῆν, [Ἥ]λ̣ιομ, Ποσειδῶ, κάπ̣ρο[ν] ἱερεύσαντας· | |
| ὁ̣ρκω̣σάτω δὲ Λύκ̣ιος καὶ οἱ συνα̣λλ̣ακταί· τὸν δὲ ὅρκο- | |
| ν καὶ τὰ πιστώματα πάντα γράψαντας εἰς λίθον | |
| 10 | θεῖναι εἰς τὸ ἱερ̣ὸ̣ν τῆς Ἀθηναίης· [θε]ῖναι δὲ καὶ |
| εἰς τὴν ἀγορὰν τὸν ὅρκον τὸν αὐτὸ̣γ καὶ τὰ πισ- | |
| τώματα γράψαντας εἰς λίθον· ὀμόσαι δὲ πάν- | |
| τας ἐ̣ν τρισὶν ἡμ̣έ̣ραις· ὅσο̣ι δ’ ἀπο̣δ[η]μοῦσιν ἢ ἀσ- | |
| θ̣ενοῦσιν, τὸμ μ̣ὲ̣ν̣ ἀπόδημον ὀμόσαι καὶ ἁγνισθ- | |
| 15 | ῆναι ἐπει̣δὰν ἔ̣λθ̣ηι τριῶν ἡμερῶν̣, τὸν δὲ ἀσθεν- |
| οῦντα ἐπειδὰν ὑγιὴς γενηθῆι ἐν τρισὶν ἡμέραις | |
| ὀμόσαι· ὁρκωσάντων δὲ πρὸς ταὐτά· ὃς δ’ ἂμ μ[ὴ ὀ]- | |
| μό̣σηι τὸν ὅρκον καθάπερ γέγραπται, τ̣ὰ χρήματα [α]- | |
| ὐτοῦ ἱερὰ καὶ δημόσια ἔστω̣ τοῦ Ἀ[π]όλλωνος το[ῦ] | |
| 20 | Δαφνηφόρ̣ου ἄτιμός τε ἔστω καὶ τ̣[ῶ]ν δικαίων α[ὐ]- |
| τῶι μηδενὸς μετέστω· μάρτυρα δ[ὲ] καὶ συνίστορ[α] | |
| τῶ̣ν ὅρκωγ καὶ τῶμ πιστωμάτωμ π[ά]ντωμ Περδί̣[κ]- | |
| κ̣αμ ποιήσασθαι· δεηθῆναι δὲ αὐ[το]ῦ, ἄν τινές πο̣- | |
| τε τοὺς ὅρκους κ̣[αὶ] τ̣ὰ πιστώματα ἐ̣[γβ]άλλωσι, τού- | |
| 25 | τους δυνατὸν [ἐ]όντα, θανάτωι ζ[ημι]ῶσαι, ἤν τε |
| φύγωσι, ἀγωγίμους εἶν’ αὐτοὺς Δι̣[και]οπολίταις ἐ- | |
| III.27 | κ τῆς χώρης πάσης ἧς ἐπάρχει Π[ερ]δίκκας· ἔδοξ- |
| ε τῆι ἐκκλησίηι· δίκας ὅ̣σαι φονικαί ἐσι πρὸ τ̣[ῆς] Γ̣οργύθου ἀρχῆς, | |
| αὐτὰς ἐγδικάσασθαι πάσας ἐπὶ Γοργύθο̣[υ ἄρχον]τ̣ος μηνὸς Δα- | |
| 30 | φνηφοριῶνος πέμπτηι φθ̣ίνοντος· ὃς δ’ ἂ[μ] μ̣ὴ̣ ἐγδικάσηται, [ἀ]- |
| πόκλετα αὐτῶι ἔστω· ἂν δέ τις δῶι δίκημ φο̣[νι]κ̣ὴ̣<ν> ἢ δικάζητα[ι ὅ]- | |
| σα ἀπόκλετα ἡ ἐκκλησί[η] ἐψηφίσατο, ὁ μὲ̣[ν δ]ικ[α]ζόμενος φ[ευ]- | |
| γέτω τὴν γῆν τὴν Δικαιοπολιτῶν καὶ τὰ [χ]ρ[ή]ματα αὐτο[ῦ ἔ]- | |
| στω δημόσια, ὁ δὲ διδο̣[ὺ]ς τὴν δίκην ἄτι[μο]ς [ἔ]στω καὶ τ̣ὰ | |
| 35 | χρήματα [α]ὐτ̣οῦ ἱερὰ καὶ δημόσια ἔστω̣ τοῦ Ἀ[π]όλλωνος τ[ο]- |
| ῦ Δαφνηφόροˉ· εἰ δέ τι ἄλ̣λ̣ο ἐγκαλοῦσι Δήμ[αρχο]ς̣ ἢ οἱ μετὰ Δη̣- | |
| μάρχου φυγόντες τοῖς μετὰ Ξενοφῶντ̣[ος] ἢ̣ Ξενοφῶν ἢ ο̣[ἱ] | |
| μετὰ Ξενοφῶντος τούτοις ἐγκαλοῦ[σ]ι̣, ὅσα πρὸ τῆς Γ̣- | |
| οργύθου ἀρχῆς ἐγκλήματα ἐγένοντο πρὸς ἀλλήλους τ- | |
| 40 | ούτοις ἀπόκλετα εἶναι πάντα καὶ περὶ τ̣[ο]ύ̣των μήτε δ- |
| ικαζέσθω μηδεὶς μήτε ἄρχων δίκην δ̣ι̣δότω· ἂ[ν] δὲ δ- | |
| ικάζηται ἢ διδῶι, ὁ μὲν δικαζόμενο̣ς̣ ἄτιμος [ἔ]σ̣τω κ- | |
| αὶ τὰ χρήματα αὐτοῦ δημόσια ἔστω, τοῦ δὲ διδ[ό]ν̣τος | |
| τὴν δίκην τὰ χρήματα ἱερὰ καὶ δημόσια ἔστω [τ]ο̣ῦ Ἀπ- | |
| IV.45 | όλλωνος τοῦ Δαφνηφόρου· ἔδοξε τῆι ἐκκ̣λησίηι· τοὺς Ἱέ- |
| ρωνος παῖδας καὶ Ἐ̣πικράτην καὶ Ἀργαῖον τὰς δίκας κ- | |
| αὶ τοὺς ὅρκους καὶ τὰ πιστώματα δοῦναι καὶ δέξασθαι | |
| ἐν τῶι μηνὶ τῶι Ληναιῶνι καὶ Ἀνθεσστηριῶνι καθάπ- | |
| {π}ερ {²⁶καθάπερ}²⁶ συγ<γ>έγραπται ὁ ὅρκος· ἂν δὲ μὴ ποήσωσι τὰ δεδογ- | |
| 50 | μένα, στερέσθωσαν τῶν ἐγκλημάτωμ πάντων |
| ὅσα πρὸ τῆς Γοργύθου ἀρχῆς ἐγένετο καὶ τῶι ὅρκ- | |
| V.52 | ωι ἔνοχοι ἔστων· | ἔδοξε τῆι ἐκκλησίηι· τοὺς παῖδ- |
| ας τοὺς Ἑρμίππου καὶ Ἐπιχάρεος καὶ Δημωφέλε- | |
| ος, τούτων τοὺς μὲν ἐπιδημοῦντας ὀμνύειγ κ- | |
| 55 | αὶ ἁγνίζειγ καὶ ἁγνίζεσθαι καὶ τὰ πιστώματα δ[ι]- |
| δόναι καὶ δέχεσθαι πάντα, τοὺς δ’ ἀποδημοῦντα- | |
| ς, ὅταν ἔλθωσι, ὀμνύειν καὶ ἁγν[ί]ζειν καὶ ἁγ[νί]- | |
| ζεσθαι καὶ τὰ πιστώματα πάντα διδόν[α]ι̣ κα̣[ὶ δέ]- | |
| χεσθαι· ὃς δ’ ἂμ παραβῆι τῶγ γεγραμμένω[ν τι], | |
| 60 | ἔνοχος ἔστω κατὰ τὸν ὅρκον ὃν ἔδοξε τῆι ἐκκ[λη]- |
| VI.61 | σίηι· : οἱ δὲ ὅρκοι καὶ τὰ πιστώματα ἐγένον[το] |
| καὶ τὰ ἀπόκλειτα τοῖς ἄλλοις πολίταις πᾶσι ἐκ- | |
| τὸς Δάφνωνος τοῦ Πολυζήλοˉ καὶ Κηφισοδώρ[οˉ] τοῦ | |
| Ἀγαθοκλέος· τούτοις δέ, ἐπειδὰν τὰς δίκας δῶσ[ι] καὶ δέξ- | |
| 65 | ωνται κατὰ τὸν νόμον, ἂν ἀποφύγωσι, μετεῖνα<ι> τῶν ὅρκ- |
| ων κα[ὶ τῶ]μ πιστωμάτωμ πάντων, ὧμπερ τοῖς ἄλλοις πο- | |
| VII.67 | λίταις· ὅ̣ρκος· πολιτεύσομαι ἐπίπασι δικαί<ω>ς καὶ δημο- |
| σίαι καὶ ἰδίαι καὶ τὴμ πολιτείαν οὐ μεταστήσω τὴμ πα- | |
| τρίαν, οὐδὲ ξένους εἰσδέξομαι ἐπὶ βλάβηι τοῦ κοινοῦ | |
| 70 | τοῦ Δικαιοπολιτέων οὔτε ἰδιώτεω οὐδὲ ἑνός· καὶ οὐ μν- |
| ησικακήσω οὐδενὶ οὔτ̣[ε] λόγωι οὔτε ἔργωι· καὶ οὐ θανατώσω | |
| οὐδένα οὐδὲ φυγῆι ζημιώσω οὐδὲ χρήματα ἀφαιρήσομ[α]- | |
| ι ἕνεκα τῶμ παρηκόντων· καὶ ἄν τις μνησικα̣κ̣ῆι, οὐκ αὐ[τ]- | |
| ῶι ἐπιτρέψω· καὶ ἀπὸ τῶμ β̣ωμῶν καθελέω καὶ καθαιρεθ[ή]- | |
| 75 | σομαι· καὶ πίστιν δώσω καὶ δέξομαι τὴν αὐτήν· καὶ ἁγνιῶ̣ |
| face B, right.VII.76 | καὶ ἁγνιοῦμαι καθότι ἂν τάξ[ηι] |
| [τ]ὸ κοινόν· καὶ εἴ τινα ἐπίστωσα | |
| [ἢ] ἐπιστωσάμην, δώσω καὶ δ- | |
| [έ]ξομαι καθάπερ ἐπίστωσα καὶ | |
| 80 | ἐπιστωσάμην· ἔν τε ταῖς δί- |
| καις αἷς ἐδίκασεν ἡ πόλις ἐμ- | |
| μενέω· καὶ εἴ τινα ἄλλον ὅρκ[ον] | |
| ὤμοσα, λύω, τόνδε δὲ σπουδαιότα̣- | |
| τομ ποιήσομαι· ταῦτα ἐμπεδο̣ρ- | |
| 85 | κήσω ναὶ μὰ Δία, Γῆν, Ἥλιομ, Πο- |
| σειδεώ· εἰ μὲν εὐορκήσαιμι, | |
| πολλά μοι ἀγαθὰ γίνοιτο κ̣α̣[ὶ] | |
| [αὐ]τῶι καὶ παισὶ καὶ χρήμασ[ι]· | |
| [ε]ἰ δὲ ἐπιορκήσαιμι, κακῶς [ἐ]- | |
| 90 | μ̣οὶ γίνοιτο καὶ αὐτῶι καὶ πα[ι]- |
| σὶ καὶ χρήμασι· δέχομαι ἀπὸ το̣[ῦ] | |
| β̣ωμοῦ παραθήκην παρὰ τοῦ Ἀπ[ό]- | |
| [λ]λωνος κατὰ τοὺς ὅρκους οὓς ὤμ̣- | |
| οσα· εἰ μὲν ἐ[μ]μείναιμι ἐν τοῖς | |
| 95 | ὅρκοις καὶ ἐν τοῖς πισστώμασι π- |
| [ᾶ]σι, πολλά μοι κἀγαθὰ γίνοιτο | |
| καὶ αὐτῶι καὶ παισὶ καὶ χρήμασι· εἰ δὲ | |
| [ἐπιο]ρ̣κήσαιμι δεξάμενος πα- | |
| [ραθ]ήκην παρὰ τοῦ Ἀπόλλωνος, | |
| 100 | [ἐ]ξ̣ώλης εἴην καὶ αὐτὸς καὶ γέ- |
| νος τὸ ἐμὸν καὶ τὰ ὑπάρχον- | |
| τα πάντα· τιμωρήσειεν δὲ ὁ | |
| [θ]εὸς παρ’ οὗ ἔλαβον τὴν παρ- | |
| αθήκην μετὰ τῶν ἄλλων | |
| 105 | θεῶν πάντων. |