Documents concerning the reconciliation of the Dikaiopolitai.  Stele of white marble, inscribed on the front and right faces.
[ ] Mak. (Chalkidike) — Dikaia (Nea Kallikrateia) — ca. 364/3 BC — Anc. Mac. VII (2007) 253-274 — CRAI (2008) 781-792 — SEG 61.488; 62.415 (cf.)
face A, front.I.1 [vacat Θεός?]· Τύχη Ἀ̣[γ]αθή· ἔδοξε τ̣ῆ̣ι ἐ̣κ̣[κλησίηι· γνώμη]ν̣
[περ]ὶ̣ τῶν συναλ[λα]γῶμ παρήν[εγκε]ν? Λύ[κιος καὶ] ο̣ἱ συν-
αλλακταί· περὶ τ[ού]των πάντων ψη̣φί[ζ]ο[ντ]α̣ Λύκιον καὶ
II.4 ἐπιτελέοντα ἐν [τ]ῆι ἐκκλησίηι κύριον εἶ[ν]αι· ⁝ ἔδοξε τῆι
5 ἐκκλησίηι· τοὺς [π]ολίτας πάντας ὀμ̣όσ[α]ι τὸν ὅρκον τὸ[ν]
συγγεγραμμένο[ν] ἐν τρισὶν ἱεροῖς τοῖς [ἁ]γιωτάτοις καὶ
ἐ̣ν ἀγορῆι, Δία, Γῆν, [Ἥ]λ̣ιομ, Ποσειδῶ, κάπ̣ρο[ν] ἱερεύσαντας·
ὁ̣ρκω̣σάτω δὲ Λύκ̣ιος καὶ οἱ συνα̣λλ̣ακταί· τὸν δὲ ὅρκο-
ν καὶ τὰ πιστώματα πάντα γράψαντας εἰς λίθον
10 θεῖναι εἰς τὸ ἱερ̣ὸ̣ν τῆς Ἀθηναίης· [θε]ῖναι δὲ καὶ
εἰς τὴν ἀγορὰν τὸν ὅρκον τὸν αὐτὸ̣γ καὶ τὰ πισ-
τώματα γράψαντας εἰς λίθον· ὀμόσαι δὲ πάν-
τας ἐ̣ν τρισὶν ἡμ̣έ̣ραις· ὅσο̣ι δ’ ἀπο̣δ[η]μοῦσιν ἢ ἀσ-
θ̣ενοῦσιν, τὸμ μ̣ὲ̣ν̣ ἀπόδημον ὀμόσαι καὶ ἁγνισθ-
15 ῆναι ἐπει̣δὰν ἔ̣λθ̣ηι τριῶν ἡμερῶν̣, τὸν δὲ ἀσθεν-
οῦντα ἐπειδὰν ὑγιὴς γενηθῆι ἐν τρισὶν ἡμέραις
ὀμόσαι· ὁρκωσάντων δὲ πρὸς ταὐτά· ὃς δ’ ἂμ μ[ὴ ὀ]-
μό̣σηι τὸν ὅρκον καθάπερ γέγραπται, τ̣ὰ χρήματα [α]-
ὐτοῦ ἱερὰ καὶ δημόσια ἔστω̣ τοῦ Ἀ[π]όλλωνος το[ῦ]
20 Δαφνηφόρ̣ου ἄτιμός τε ἔστω καὶ τ̣[ῶ]ν δικαίων α[ὐ]-
τῶι μηδενὸς μετέστω· μάρτυρα δ[ὲ] καὶ συνίστορ[α]
τῶ̣ν ὅρκωγ καὶ τῶμ πιστωμάτωμ π[ά]ντωμ Περδί̣[κ]-
κ̣αμ ποιήσασθαι· δεηθῆναι δὲ αὐ[το]ῦ, ἄν τινές πο̣-
τε τοὺς ὅρκους κ̣[αὶ] τ̣ὰ πιστώματα ἐ̣[γβ]άλλωσι, τού-
25 τους δυνατὸν [ἐ]όντα, θανάτωι ζ[ημι]ῶσαι, ἤν τε
φύγωσι, ἀγωγίμους εἶν’ αὐτοὺς Δι̣[και]οπολίταις ἐ-
III.27 κ τῆς χώρης πάσης ἧς ἐπάρχει Π[ερ]δίκκας· ἔδοξ-
ε τῆι ἐκκλησίηι· δίκας ὅ̣σαι φονικαί ἐσι πρὸ τ̣[ῆς] Γ̣οργύθου ἀρχῆς,
αὐτὰς ἐγδικάσασθαι πάσας ἐπὶ Γοργύθο̣[υ ἄρχον]τ̣ος μηνὸς Δα-
30 φνηφοριῶνος πέμπτηι φθ̣ίνοντος· ὃς δ’ ἂ[μ] μ̣ὴ̣ ἐγδικάσηται, [ἀ]-
πόκλετα αὐτῶι ἔστω· ἂν δέ τις δῶι δίκημ φο̣[νι]κ̣ὴ̣<ν> ἢ δικάζητα[ι ὅ]-
σα ἀπόκλετα ἡ ἐκκλησί[η] ἐψηφίσατο, ὁ μὲ̣[ν δ]ικ[α]ζόμενος φ[ευ]-
γέτω τὴν γῆν τὴν Δικαιοπολιτῶν καὶ τὰ [χ]ρ[ή]ματα αὐτο[ῦ ἔ]-
στω δημόσια, ὁ δὲ διδο̣[ὺ]ς τὴν δίκην ἄτι[μο]ς [ἔ]στω καὶ τ̣ὰ
35 χρήματα [α]ὐτ̣οῦ ἱερὰ καὶ δημόσια ἔστω̣ τοῦ Ἀ[π]όλλωνος τ[ο]-
ῦ Δαφνηφόροˉ· εἰ δέ τι ἄλ̣λ̣ο ἐγκαλοῦσι Δήμ[αρχο]ς̣ ἢ οἱ μετὰ Δη̣-
μάρχου φυγόντες τοῖς μετὰ Ξενοφῶντ̣[ος] ἢ̣ Ξενοφῶν ἢ ο̣[ἱ]
μετὰ Ξενοφῶντος τούτοις ἐγκαλοῦ[σ]ι̣, ὅσα πρὸ τῆς Γ̣-
οργύθου ἀρχῆς ἐγκλήματα ἐγένοντο πρὸς ἀλλήλους τ-
40 ούτοις ἀπόκλετα εἶναι πάντα καὶ περὶ τ̣[ο]ύ̣των μήτε δ-
ικαζέσθω μηδεὶς μήτε ἄρχων δίκην δ̣ι̣δότω· ἂ[ν] δὲ δ-
ικάζηται ἢ διδῶι, ὁ μὲν δικαζόμενο̣ς̣ ἄτιμος [ἔ]σ̣τω κ-
αὶ τὰ χρήματα αὐτοῦ δημόσια ἔστω, τοῦ δὲ διδ[ό]ν̣τος
τὴν δίκην τὰ χρήματα ἱερὰ καὶ δημόσια ἔστω [τ]ο̣ῦ Ἀπ-
IV.45 όλλωνος τοῦ Δαφνηφόρου· ἔδοξε τῆι ἐκκ̣λησίηι· τοὺς Ἱέ-
ρωνος παῖδας καὶ Ἐ̣πικράτην καὶ Ἀργαῖον τὰς δίκας κ-
αὶ τοὺς ὅρκους καὶ τὰ πιστώματα δοῦναι καὶ δέξασθαι
ἐν τῶι μηνὶ τῶι Ληναιῶνι καὶ Ἀνθεσστηριῶνι καθάπ-
{π}ερ {²⁶καθάπερ}²⁶ συγ<γ>έγραπται ὁ ὅρκος· ἂν δὲ μὴ ποήσωσι τὰ δεδογ-
50 μένα, στερέσθωσαν τῶν ἐγκλημάτωμ πάντων
ὅσα πρὸ τῆς Γοργύθου ἀρχῆς ἐγένετο καὶ τῶι ὅρκ-
V.52 ωι ἔνοχοι ἔστων· | ἔδοξε τῆι ἐκκλησίηι· τοὺς παῖδ-
ας τοὺς Ἑρμίππου καὶ Ἐπιχάρεος καὶ Δημωφέλε-
ος, τούτων τοὺς μὲν ἐπιδημοῦντας ὀμνύειγ κ-
55 αὶ ἁγνίζειγ καὶ ἁγνίζεσθαι καὶ τὰ πιστώματα δ[ι]-
δόναι καὶ δέχεσθαι πάντα, τοὺς δ’ ἀποδημοῦντα-
ς, ὅταν ἔλθωσι, ὀμνύειν καὶ ἁγν[ί]ζειν καὶ ἁγ[νί]-
ζεσθαι καὶ τὰ πιστώματα πάντα διδόν[α]ι̣ κα̣[ὶ δέ]-
χεσθαι· ὃς δ’ ἂμ παραβῆι τῶγ γεγραμμένω[ν τι],
60 ἔνοχος ἔστω κατὰ τὸν ὅρκον ὃν ἔδοξε τῆι ἐκκ[λη]-
VI.61 σίηι· : οἱ δὲ ὅρκοι καὶ τὰ πιστώματα ἐγένον[το]
καὶ τὰ ἀπόκλειτα τοῖς ἄλλοις πολίταις πᾶσι ἐκ-
τὸς Δάφνωνος τοῦ Πολυζήλοˉ καὶ Κηφισοδώρ[οˉ] τοῦ
Ἀγαθοκλέος· τούτοις δέ, ἐπειδὰν τὰς δίκας δῶσ[ι] καὶ δέξ-
65 ωνται κατὰ τὸν νόμον, ἂν ἀποφύγωσι, μετεῖνα<ι> τῶν ὅρκ-
ων κα[ὶ τῶ]μ πιστωμάτωμ πάντων, ὧμπερ τοῖς ἄλλοις πο-
VII.67 λίταις· ὅ̣ρκος· πολιτεύσομαι ἐπίπασι δικαί<ω>ς καὶ δημο-
σίαι καὶ ἰδίαι καὶ τὴμ πολιτείαν οὐ μεταστήσω τὴμ πα-
τρίαν, οὐδὲ ξένους εἰσδέξομαι ἐπὶ βλάβηι τοῦ κοινοῦ
70 τοῦ Δικαιοπολιτέων οὔτε ἰδιώτεω οὐδὲ ἑνός· καὶ οὐ μν-
ησικακήσω οὐδενὶ οὔτ̣[ε] λόγωι οὔτε ἔργωι· καὶ οὐ θανατώσω
οὐδένα οὐδὲ φυγῆι ζημιώσω οὐδὲ χρήματα ἀφαιρήσομ[α]-
ι ἕνεκα τῶμ παρηκόντων· καὶ ἄν τις μνησικα̣κ̣ῆι, οὐκ αὐ[τ]-
ῶι ἐπιτρέψω· καὶ ἀπὸ τῶμ β̣ωμῶν καθελέω καὶ καθαιρεθ[ή]-
75 σομαι· καὶ πίστιν δώσω καὶ δέξομαι τὴν αὐτήν· καὶ ἁγνιῶ̣
face B, right.VII.76 καὶ ἁγνιοῦμαι καθότι ἂν τάξ[ηι]
[τ]ὸ κοινόν· καὶ εἴ τινα ἐπίστωσα
[ἢ] ἐπιστωσάμην, δώσω καὶ δ-
[έ]ξομαι καθάπερ ἐπίστωσα καὶ
80 ἐπιστωσάμην· ἔν τε ταῖς δί-
καις αἷς ἐδίκασεν ἡ πόλις ἐμ-
μενέω· καὶ εἴ τινα ἄλλον ὅρκ[ον]
ὤμοσα, λύω, τόνδε δὲ σπουδαιότα̣-
τομ ποιήσομαι· ταῦτα ἐμπεδο̣ρ-
85 κήσω ναὶ μὰ Δία, Γῆν, Ἥλιομ, Πο-
σειδεώ· εἰ μὲν εὐορκήσαιμι,
πολλά μοι ἀγαθὰ γίνοιτο κ̣α̣[ὶ]
[αὐ]τῶι καὶ παισὶ καὶ χρήμασ[ι]·
[ε]ἰ δὲ ἐπιορκήσαιμι, κακῶς [ἐ]-
90 μ̣οὶ γίνοιτο καὶ αὐτῶι καὶ πα[ι]-
σὶ καὶ χρήμασι· δέχομαι ἀπὸ το̣[ῦ]
β̣ωμοῦ παραθήκην παρὰ τοῦ Ἀπ[ό]-
[λ]λωνος κατὰ τοὺς ὅρκους οὓς ὤμ̣-
οσα· εἰ μὲν ἐ[μ]μείναιμι ἐν τοῖς
95 ὅρκοις καὶ ἐν τοῖς πισστώμασι π-
[ᾶ]σι, πολλά μοι κἀγαθὰ γίνοιτο
καὶ αὐτῶι καὶ παισὶ καὶ χρήμασι· εἰ δὲ
[ἐπιο]ρ̣κήσαιμι δεξάμενος πα-
[ραθ]ήκην παρὰ τοῦ Ἀπόλλωνος,
100 [ἐ]ξ̣ώλης εἴην καὶ αὐτὸς καὶ γέ-
νος τὸ ἐμὸν καὶ τὰ ὑπάρχον-
τα πάντα· τιμωρήσειεν δὲ ὁ
[θ]εὸς παρ’ οὗ ἔλαβον τὴν παρ-
αθήκην μετὰ τῶν ἄλλων
105 θεῶν πάντων.
Search Help
Contact Us