Metrical commemoration of a sanctuary and the work of Pantakles. Rock-cut inscription at the entrance to a cave sanctuary.
[ ]
Thess. (Thessaliotis) — Pharsalos — Karapla/Alogopati — 4th c. BC — I.Thess I 73 — R.S. Wagman, The Cave of the Nymphs (2016) 66, II — ZPE 202 (2017) 155-157 (cf.)
See also:
| 1 | θεός |
| τύχ[α]. | |
| χαίρετε τοὶ προσιόντες, ἅπας θῆλύς τε καὶ ἄρσην, | |
| ἄνδρες τε ἠδὲ γυναῖκες ὁμῶς παῖδές τε κόραι τε, | |
| 5 | χῶρον δ’ εἰς ἱερὸν Νύμφαις καὶ Πανὶ καὶ Ἑρμῆι, |
| Ἀπόλλ<ω>νι ἄνακτι, <καὶ> Ἡρακλεῖ καὶ ἑταίραις, | |
| Χίρωνος τ’ ἄντρον καὶ Ἀσκλαπιοῦ ἠδ’ Ὑγιείας· | |
| τούτων ἐστὶ τ[ὸ δ]ῶ[μα] ἅπαν ἱαρωτά τ’ ἐν αὐτῶι, | |
| ἔμφυτα καὶ πίνακες καὶ ἀγάλματα δῶρά τε πολλ[ά]· | |
| 10 | ἄνδρα δ’ ἐποιήσα<ν>τ’ {α} ἀγαθὸν Παντάλκεα Νύμφαι |
| τῶνδ’ ἐπιβαινέμεναι χώρων καὶ ἐπίσσκοπον εἶναι, | |
| ὅσπερ ταῦτ’ ἐφύτευσε καὶ [ἐ]ξεπονήσατο χερσσίν, | |
| ἀντίδοσαν δ’ αὐτῶι βίον ἄφθονον ἤματα πάντα· | |
| Ἡρακλέης μὲν ἔδ<ω>κ’ ἰσχὺν ἀρετήν τε κράτος τε, | |
| 15 | ὧιπερ τούσδε λίθους τύπτων ἐπόησ’ ἀναβαίνειν, |
| Ἀπόλλων δὲ δίδωσι καὶ υἱὸς τοῦδε καὶ Ἑρμῆς | |
| αἰῶν’ εἰς τὸν ἅπαντα ὑγίειαν καὶ βίον ἐσθλόν, | |
| Πὰν δὲ γέλωτα καὶ εὐφροσύνην ὕβριν τε δικαίαν, | |
| Χίρων δ’ αὐτῶι δῶκε σοφόν τ’ ἔμεν[αι] καὶ ἀοιδόν. | |
| 20 | ἀλλὰ τύχαις ἀγαθαῖς ἀναβαίνετ[ε], θύετε πάν<τ>ες |
| εὔχεσθε, εὐφραίνεσθε· κακῶν ἐπίλησις ἁπάν<των> | |
| ἐνθάδ’ ἔνεστ’, ἀγαθῶν δὲ [δόσις] πολέμοιό τε νί- | |
| κη. |