Dedication to the Nymphs and others. Rock-cut inscription to the right
of the entry to a grotto.
[ ]
Thess. (Thessaliotis) — Pharsalos — Karapla/Alogopati — 4th c. BC — SEG 1.248
See also:
| 1 | θεός. |
| χαίρετε τοὶ πα̣[ριόντες, ἅπ]α̣[ς] θῆλύς τε καὶ ἄρσην, | |
| ἄνδρες τε ἠδὲ γυναῖκες ὁμῶς παῖδές τε κόραι τε· | |
| χῶρον δ’ εἰς ἱερὸν Νύμφαις καὶ Πανὶ καὶ Ἑρμῆι, | |
| 5 | Ἀπόλλονι ἄνακτι, Ἡρακλεῖ καὶ ἑταίραις, |
| Χίρωνος τ’ ἄντρον καὶ Ἀσκλαπιοῦ ἠδ’ Ὑγιείας· | |
| τούτων ἐστὶ τ[ά]δ̣’, ὦνα Πάν, ἱαρώτατ’ ἐν αὐτῶι | |
| ἔμφυτα καὶ πίνακες καὶ ἀγάλματα δῶρά τε πολλ[ά]· | |
| ἄνδρα δ’ ἐποιήσα<ν>τ’ {α} ἀγαθὸν Παντάλκεα Νύμφαι | |
| 10 | τῶνδ’ ἐπιβαινέμεναι χώρων καὶ ἐπίσσκοπον εἶναι, |
| ὅσπερ ταῦτ’ ἐφύτευσε καὶ [ἐ]ξεπονήσατο χερσσίν, | |
| ἀντίδοσαν δ’ αὐτῶι βίον ἄφθονον ἤματα πάντα· | |
| Ἡρακλέης μὲν ἔδοκ’ ἰσχὺν ἀρετήν τε κράτος τε, | |
| ὧιπερ τούσδε λίθους τύπτων ἐπόησ’ ἀναβαίνε[ιν], | |
| 15 | Ἀπόλλων δὲ δίδωσι καὶ υἱὸς τοῦ[δ]ε καὶ Ἑρμῆς |
| αἰῶν’ εἰς τὸν ἅπαντα ὑγίειαν καὶ βίον ἐσθλόν, | |
| Πὰν δὲ γέλωτα καὶ εὐφροσύνην ὕβριν τε δικαίαν, | |
| Χίρων δ’ αὐτῶι δῶκε σοφόν τ̣’ ἔ̣μεν[αι] καὶ ἀοιδόν. | |
| ἀλλὰ τύχαις ἀγαθαῖς ἀναβαίνετ[ε], θύετε Πανί̣, | |
| 20 | εὔχεσθε, εὐφραίνεσθε· κακῶν δ․․․․σις ἁπάν[των] |
| ἐνθάδ’ ἔνεστ’, ἀγαθῶν δὲ [λάχος(?)] πολέμοιό [τε λῆξις(?)]. |