Edict and two letters of Aemilius Paullus to Gonnoi. Stele of gray marble, broken at the top and bottom.
[ ]
Thess. (Perrhaibia) — Doliche (Sarantaporo) — Kastri Livadiou — 167 BC — SEG 64.492 — Horos 26-31 (2014-19) 281-302 — BE (2017) 297 (cf.)
| I | [— — — — — — — — — — — — — — — — — — — —] |
| [— — — c.16-18 — — τοῦ Ἀ?]σάνδρου [— — c.15 — — —] | |
| [— — c.10-12 — —] πλέθρα εἴκοσι· Ἀντιφίλου τ̣οῦ [Σωκρά?]- | |
| [τ]ο̣υς, ἐλαιώδους πλέθρα τριάκοντα, ἀμπέλων πλέθρ[α ἑ]- | |
| πτά· Δικαιοκράτους τοῦ Ἀσάνδρου, ἐλαιώδους πλέθ[ρα] | |
| 5 | ἑξήκοντα, ἀμπέλων εἴκοσι καὶ τὸ ἐποίκιον καὶ τὰς οἰκία[ς] |
| τὰς ἐν πόλει· Φιλαιτώλου τοῦ Ὀνησάνδρου, ἐλαιώδους v | |
| καὶ ἀμπέλων πλέθρα τριάκοντα· vacat | |
| vacat | |
| II.8 | Λεύκιος Αἰμύλιος Λευκίου, στρατηγὸς ὕπατος Ῥωμ̣αίων vv |
| Γοννέων τοῖς ταγοῖς χαίρειν· Δημόφιλος Δολιχαῖος ἐνέτυ̣[χέ] | |
| 10 | μοι φάμενος περὶ τῶν συνκεχωρημένων ἐγγήων αὐτῶι τ[ινὰς] |
| ἀντιλέγεν ὡς μὴ γεγονότος τούτου μετὰ τῆς ἡμ̣ετέρ̣α[ς] | |
| γνώμης καὶ τῆς τῶν δέκα καὶ διὰ τὴν αἰτίαν ταύτην μ̣[ὴ v] | |
| ἐπιβαίνειν ἐπ’ αὐτά· ἔδει μὲν οὖν ὑμᾶς καὶ ἐπιτετιμηκ[έναι] | |
| τοὺς κωλύοντας τὸν ἄνθρωπον κανο̣νίζεν τὰ δεδομέ̣ν̣α̣ [v]· | |
| 15 | ἔτι καὶ νῦν προνοήθητε περὶ τοῦ μέρους τούτου, ἵνα παρα[λάβῃ] |
| τὰ ἐν τῶι πρότερον ἀπεσταλμένωι προστάγματι δε[δομέ]- | |
| να· ἐὰν δὲ ὁμοίως τινὲς ἀποβιάζωνται, ἐκπέμπετε [— c.3-4 —] | |
| πρὸς ἡμᾶς ὅπως ἐπιγνόντες τί λέγουσιν διαλάβω[μεν] | |
| τί ποιητέον ἐστίν· | |
| III.20 | Λεύκιος Αἰμύλιος Λευκίου, στρατηγ̣ὸς ὕπα̣τ̣ος Ῥω̣μαίων, Γο̣[ννέ]- |
| ων το<ῖ>ς ἄρχουσι· περὶ τοῦ Δημοφίλου τ̣ο̣ῦ̣ [Εὐπο?]λ̣έ̣μου· δὶς ἦλ̣[θε] | |
| πρὸς ὑμᾶς, ὅπως παραλάβῃ τὰ δεδ[ομέ]να αὐτῶι̣ χωρία κ[αὶ τὴν] | |
| οἰκίαν· φαίνεσθαι τελέως ὄντες ἀγ̣νώμονες μὴ πεφρο[ντι]- | |
| κέναι διὰ τὸ ἐνπο̣δοστατε͂ν ἐν τούτω[ι Φ]ιλινίαν τε κ̣[αὶ] | |
| 25 | Αἰσχύλον· ἔδει μὲν οὖν καὶ μείζονι ἐπιμ̣[ονῆ]ι περιπεπ[οηκέ]- |
| [ν]αι πάντας ὑμᾶς οὐ στοχαζομένους τοῦ καλῶς ἔχ[ειν? vv ] | |
| [καὶ? ἄ]λ̣λ̣ο̣ις μοχθηροῖ̣[ς] συνεπακολουθοῦντας· πλὴν γεγ[ραφέ]- | |
| [ναι? τῶι] τε στρα[τηγ]ῶι τῶν Περραιβῶν καὶ τοῖς συνέδ̣[ροις] | |
| [ὅπως Δημόφιλος Εὐπολέμου? πα]ρ̣αλάβῃ τὰ δεδομένα χ̣[ωρία] | |
| 30 | [— — — — — — — — — — — — — —]Α̣[— — — — — — —] |