Honorific decrees for the philosopher Satyros of Athens and the Mamertine Novius Latinus. Upper part of a large stele of grayish white marble with molding.
[ ]
Thess. (Pelasgiotis) — Larisa — ca. 170/169 BC — BCH 130 (2006) 435-483 — Topoi 15.1 (2007) 224-235
| I.1 | ταγευόντουν Τιμοσθένεος Ἀλεξιαίοι, Ἱπ- |
| πολόχοι Ἀλεξιππείοι, Πολεμάρχοι Πολεμαρ- | |
| χιδαίοι, Λυκούρτοι Εὐστρατιδαίοι, Δικαίοι | |
| Εὐφορβείοι, ταμιευόντουν Πίθουνος Αἰ%⁸¹- | |
| 5 | σχυλείοι καὶ Πολεμαίοι Ἀμφιαίοι, γυμνασι- |
| αρχέντουν Σούεος Φιλαγρείοι καὶ Ἀντιγέ- | |
| νεος Φιλοξενείοι· Θύοι πεμπεκαιδεκότα, vacat | |
| ἀγορᾶς ἐόνσας, ἀγ[ορα]νομέντος Ἱππολόχοι Ἀλεξιπ- | |
| πεί[ο]ι̣, Ἱππολόχοι Ἀλεξιππείοι λέξαντος· ἔδοξε τοῦ | |
| 10 | δάμου τοῦ Λαρισαίουν· ὀπειδ[εὶ] Σάτ[υ]ρος Φιλίνειος Ἀ- |
| θα[να]ῖος ἐοὺν φιλόσοφος τὰν ἐνδαμίαν πεποίειτει | |
| χρόνοι πλείονος ὀστρεφόμενος οὑς ποτείνεκε ἀν- | |
| δ̣ρ̣ὶ̣ καλοῦ καὶ ἀγαθοῦ καὶ τὰ κράτιστα καὶ κάλλι- | |
| στα τοῦν ἐν τοῦ βίου πάνσας ποτ τὸς πολίτας προθυμίας | |
| 15 | καὶ σπουδᾶς <ο>ὐθὲν ἐ[λλεί]πουν καὶ τὸν ἐνεστακόντα πό- |
| λεμον συνμένο[υν] μετὰ τοῦν πολιτᾶν, ἔδοξε τοῦ δά- | |
| μου τοῦ Λαρισαίουν ἐπαινεῖσειν Σάτυρον Φιλίνειον Ἀ- | |
| θ[α]ναῖον ἐτ τοῦ τὰν ἐνδαμίαν ποιεῖσθειν οὑς ποτείνε- | |
| κε ἀνδρὶ καλοῦ κα[ὶ ἀ]γαθοῦ καὶ ἐτ τοῦ εὐνόους διεκεῖ- | |
| 20 | σθειν ποτ τὸς πολίτας, καὶ τὸς ἐπιμελείτας ὀπεί κε κατε- |
| νέκει ὁ καῖρος περ τὰν πολιτείαν φροντίξειν οὕστε δο- | |
| θεῖ αὐτοῦ πολιτεία κατ τὸν νόμον καὶ συμφανὲς εἶ πάν%⁸¹- | |
| τεσσι διέκι ὁ δᾶμος ὁ Λαρισαίουν περ[ρ]ᾶτει τοῖς ὀρθοῦς | |
| ὀστρεφομένοις καταξίας τίμας καὶ χάριτας ἀτδίδο[υ]- | |
| 25 | μεν· καὶ τὸ ψάφισμα τόνε κύριον ἔμμεν καπ πάντος χρόνο̣[ι]· |
| τὸς ταμίας ὀγγράψαντας αὐτὸ ἐν κίονα λιθίαν κατ- | |
| θέμεν ἐν τὸ ἱερὸν τοῖ Ἄπ̣λουνος τοῖ Κερδοίοι καὶ τὰν ὀ- | |
| II.28 | νάλαν κίς κε γινύειτει δόμεν vacat Ὁμολουίοι ὑστέ- |
| ρα, ἀγόρας ἐόνσας, ἀγορανομέντος Πολεμάρχοι Πολε- | |
| 30 | μαρχιδαίοι, Πολεμάρχοι Πολεμαρχι[δ]αίοι λέξαντος· ἔ- |
| δοξε τοῦ δάμου τοῦ Λαρισαίουν Σ[α]τύρου Φιλινείου Ἀθα- | |
| ναίου δεδόσθειν πολιτείαν καὶ τὰ λοιπὰ τιμία ὑπαρχέ- | |
| μεν αὐτοῦ κάτταπερ καὶ Λαρισαίοις καὶ τὸ ψάφισμα τό- | |
| νε κυρίον ἔμμεν καπ πάντος χρό[ν]οι καὶ τὸς ταμίας τό- | |
| 35 | νε τε καὶ τὸ πρὸ τοῖ γενόμενον πε̣ρ αὐτοῖ ψάφισμα ἐσδό- |
| μ̣ε̣ν ὀγγράψειν ἐν κίονα λ[ι]θίαν καὶ κατθέμεν ἐν τὸ ἱερὸν | |
| τ̣[οῖ] Ἄπλουνος τοῖ Κερδ[οί]ο̣[ι] καὶ τὰν ὀνάλαν κίς κε γενεί- | |
| III.38 | τει δόμεν ἀτ τᾶν κοινᾶν ποθόδουν· vacat Ὁμολουίοι |
| δευτέρα, ἀγορᾶς ἐόνσας, ἀγορανομέντος Πολεμάρ- | |
| 40 | χοι Πολεμαρχιδαίοι, Πολεμάρχοι Πολεμαρχιδαίοι λέξαν- |
| τος· ὀπειδεὶ Νούιος Λατῖνος Οὐίοι Μαμερτῖνος παργενόμε̣- | |
| νος καὶ ἐπελθοὺν ἐτ τὰν παρελθόνσαν ἀγόραν ἐνεφά̣[νισ]- | |
| σε πόκ̣[κ]ι, Πατροκλέα τοῖ Ἀστοκλέα παιδὸς ποππετόντος | |
| ἑυτοῦ ἐν Σικελία καὶ ἐμφανίσσοντος διέκι ἀνδραποδι- | |
| 45 | σθὲς ὑκ κινοῦν στρατιουτᾶν ἐδούλευε, ἐπιγ%⁸⁰νὸς διέ- |
| κι εἶς ἐλεύθερος καὶ Λαρισαίος ἐξαγγρέμενος εἶς κα[ὶ] | |
| κατεσταούκουν ἐλεύθερον καὶ ἑυτοῖ κυρίον· Ἱππ[ολό]- | |
| χοι Ἀλεξιππείοι λεξάντος, ἔδοξε τοῦ δάμου [τοῦ Λα]- | |
| ρισαίουν ἐπαινεῖσειν Νούιον Λατινὸν Οὐίοι Μαμ[ερτῖνον] | |
| 50 | [ἐ]τ τᾶ [ἅγ]γρεσι τᾶ ἔχε[ι ποτ τὰν] πόλιν [— c.7 —] |
| [— c.7 —] τοῖ δάμοι το[ῖ Λαρισαίουν — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — —] |