Honorific decrees for the philosopher Satyros of Athens and the Mamertine Novius Latinus.  Upper part of a large stele of grayish white marble with molding.
[ ] Thess. (Pelasgiotis) — Larisa — ca. 170/169 BC — BCH 130 (2006) 435-483 — Topoi 15.1 (2007) 224-235
I.1 ταγευόντουν Τιμοσθένεος Ἀλεξιαίοι, Ἱπ-
πολόχοι Ἀλεξιππείοι, Πολεμάρχοι Πολεμαρ-
χιδαίοι, Λυκούρτοι Εὐστρατιδαίοι, Δικαίοι
Εὐφορβείοι, ταμιευόντουν Πίθουνος Αἰ%⁸¹-
5 σχυλείοι καὶ Πολεμαίοι Ἀμφιαίοι, γυμνασι-
αρχέντουν Σούεος Φιλαγρείοι καὶ Ἀντιγέ-
νεος Φιλοξενείοι· Θύοι πεμπεκαιδεκότα,  vacat
ἀγορᾶς ἐόνσας, ἀγ[ορα]νομέντος Ἱππολόχοι Ἀλεξιπ-
πεί[ο]ι̣, Ἱππολόχοι Ἀλεξιππείοι λέξαντος· ἔδοξε τοῦ
10 δάμου τοῦ Λαρισαίουν· ὀπειδ[εὶ] Σάτ[υ]ρος Φιλίνειος Ἀ-
θα[να]ῖος ἐοὺν φιλόσοφος τὰν ἐνδαμίαν πεποίειτει
χρόνοι πλείονος ὀστρεφόμενος οὑς ποτείνεκε ἀν-
δ̣ρ̣ὶ̣ καλοῦ καὶ ἀγαθοῦ καὶ τὰ κράτιστα καὶ κάλλι-
στα τοῦν ἐν τοῦ βίου πάνσας ποτ τὸς πολίτας προθυμίας
15 καὶ σπουδᾶς <ο>ὐθὲν ἐ[λλεί]πουν καὶ τὸν ἐνεστακόντα πό-
λεμον συνμένο[υν] μετὰ τοῦν πολιτᾶν, ἔδοξε τοῦ δά-
μου τοῦ Λαρισαίουν ἐπαινεῖσειν Σάτυρον Φιλίνειον Ἀ-
θ[α]ναῖον ἐτ τοῦ τὰν ἐνδαμίαν ποιεῖσθειν οὑς ποτείνε-
κε ἀνδρὶ καλοῦ κα[ὶ ἀ]γαθοῦ καὶ ἐτ τοῦ εὐνόους διεκεῖ-
20 σθειν ποτ τὸς πολίτας, καὶ τὸς ἐπιμελείτας ὀπεί κε κατε-
νέκει ὁ καῖρος περ τὰν πολιτείαν φροντίξειν οὕστε δο-
θεῖ αὐτοῦ πολιτεία κατ τὸν νόμον καὶ συμφανὲς εἶ πάν%⁸¹-
τεσσι διέκι ὁ δᾶμος ὁ Λαρισαίουν περ[ρ]ᾶτει τοῖς ὀρθοῦς
ὀστρεφομένοις καταξίας τίμας καὶ χάριτας ἀτδίδο[υ]-
25 μεν· καὶ τὸ ψάφισμα τόνε κύριον ἔμμεν καπ πάντος χρόνο̣[ι]·
τὸς ταμίας ὀγγράψαντας αὐτὸ ἐν κίονα λιθίαν κατ-
θέμεν ἐν τὸ ἱερὸν τοῖ Ἄπ̣λουνος τοῖ Κερδοίοι καὶ τὰν ὀ-
II.28 νάλαν κίς κε γινύειτει δόμεν vacat Ὁμολουίοι ὑστέ-
ρα, ἀγόρας ἐόνσας, ἀγορανομέντος Πολεμάρχοι Πολε-
30 μαρχιδαίοι, Πολεμάρχοι Πολεμαρχι[δ]αίοι λέξαντος· ἔ-
δοξε τοῦ δάμου τοῦ Λαρισαίουν Σ[α]τύρου Φιλινείου Ἀθα-
ναίου δεδόσθειν πολιτείαν καὶ τὰ λοιπὰ τιμία ὑπαρχέ-
μεν αὐτοῦ κάτταπερ καὶ Λαρισαίοις καὶ τὸ ψάφισμα τό-
νε κυρίον ἔμμεν καπ πάντος χρό[ν]οι καὶ τὸς ταμίας τό-
35 νε τε καὶ τὸ πρὸ τοῖ γενόμενον πε̣ρ αὐτοῖ ψάφισμα ἐσδό-
μ̣ε̣ν ὀγγράψειν ἐν κίονα λ[ι]θίαν καὶ κατθέμεν ἐν τὸ ἱερὸν
τ̣[οῖ] Ἄπλουνος τοῖ Κερδ[οί]ο̣[ι] καὶ τὰν ὀνάλαν κίς κε γενεί-
III.38 τει δόμεν ἀτ τᾶν κοινᾶν ποθόδουν· vacat Ὁμολουίοι
δευτέρα, ἀγορᾶς ἐόνσας, ἀγορανομέντος Πολεμάρ-
40 χοι Πολεμαρχιδαίοι, Πολεμάρχοι Πολεμαρχιδαίοι λέξαν-
τος· ὀπειδεὶ Νούιος Λατῖνος Οὐίοι Μαμερτῖνος παργενόμε̣-
νος καὶ ἐπελθοὺν ἐτ τὰν παρελθόνσαν ἀγόραν ἐνεφά̣[νισ]-
σε πόκ̣[κ]ι, Πατροκλέα τοῖ Ἀστοκλέα παιδὸς ποππετόντος
ἑυτοῦ ἐν Σικελία καὶ ἐμφανίσσοντος διέκι ἀνδραποδι-
45 σθὲς ὑκ κινοῦν στρατιουτᾶν ἐδούλευε, ἐπιγ%⁸⁰νὸς διέ-
κι εἶς ἐλεύθερος καὶ Λαρισαίος ἐξαγγρέμενος εἶς κα[ὶ]
κατεσταούκουν ἐλεύθερον καὶ ἑυτοῖ κυρίον· Ἱππ[ολό]-
χοι Ἀλεξιππείοι λεξάντος, ἔδοξε τοῦ δάμου [τοῦ Λα]-
ρισαίουν ἐπαινεῖσειν Νούιον Λατινὸν Οὐίοι Μαμ[ερτῖνον]
50 [ἐ]τ τᾶ [ἅγ]γρεσι τᾶ ἔχε[ι ποτ τὰν] πόλιν [— c.7 —]
[— c.7 —] τοῖ δάμοι το[ῖ Λαρισαίουν — — — — —]
[— — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us