Decree of Pella recognizing the asylia of the Asklepieion. Opisthographic stele of white marble with upper molding, broken at the bottom; erected in the Asklepieion of Kos.
[ ]
Mak. (Bottiaia) — Pella [Kos, Asklepieion] — Aug. 243 BC — Asylieurkunden (1952) 18, 7 — SEG 12.374 — IG XII,4,1 221,A, ll. 1-15
See also:
| 1 | Πελλαίων |
| ἐφ’ ἱερέως Ἀσκληπιοδώρου, Γορπιαίου· ἐπεὶ παραγενόμενος ἐκ Κῶ ἀρχιθέω- | |
| ρος Ἀριστόλοχος Ζμένδρωνος καὶ θεωρὸς Μακαρεὺς Ἀράτου τήν τε οἰκειό- | |
| τητα ἀνενεώσαντο τὴν ὑπάρχουσαν Κώιοις πρὸς Μακεδόνας καὶ τὴν εὔ- | |
| 5 | νοιαν ἀπελογίζοντο, ἣν ἔχουσα τυγχάνει ἡ πόλις ἡ Κώιων πρὸς τὸν βασιλέα |
| Ἀντίγονον καὶ πρὸς Πελλαίους καὶ τὴν λοιπὴν χώραν τὴν Μακεδόνων, καὶ ἐ- | |
| πηγγέλλοσαν τὰ Ἀσκληπίεια τὰ γεινόμενα παρ’ αὐτοῖς καὶ τοὺς ἀγῶνας | |
| τοὺς ἐν τῆι πανηγύρει ἐσομένους καὶ τὴν ἐκεχειρίαν, ἠξίουσαν δὲ καὶ τὸ [ἱ]- | |
| ερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι, ἔδοξε τῆι πόλει τήν τε ἐπαγγ[ε]- | |
| 10 | λίαν τῶν Ἀσκληπιείων τὴν παρὰ Κώιων καὶ τὴν ἐκεχειρίαν προσδέξασθαι |
| καὶ ἐπαινέσαι αὐτοὺς ἐπί τε ταῖς τιμαῖς, αἷς συντελοῦσι τοῖς θεοῖς, καὶ | |
| ἐπὶ τῆι εὐνοίαι τῆι πρὸς βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας, ὑπάρ- | |
| χειν δὲ καὶ τὴν ἀσυλίαν τῶι ἱερῶι καθάπερ καὶ τοῖς ἄλλοις ἱεροῖς, δοῦναι δὲ κα[ὶ] | |
| ξένια τοὺς ταμίας τοῖς θεωροῖς, ἃ καὶ τοῖς στεφανίτας ἀ[γῶνα]ς ἐπαγ- | |
| 15 | [γ]έλλ[ο]υσι [δ]ί[δ]οται καὶ θεωροδόκον ἑλέσθαι Κώιων· ἡιρέθη Ἱππ[․․․․․c.10․․․․․]ου. |