Honorific inscription of an unknown city for three judges from Lampsakos.  Stele fragment, broken at the top and the bottom.
[ ] Troas — Lampsakos (Lapseki) — 2nd c. BC? — AST 26.1 (2009) 335-336; 342, pl. 8 — SEG eds. from ph.
[— — — — (heavily damaged) — — — —]
4 [— — — — — — — — — — — — — Νῖκιν],
5 Κ̣άσαμπον, Πύλιον ποιήσασθ̣[αι διεξαγωγὴν]
καὶ σύλλυσιν συμφεροῦσαν [— — — — — —]
ἀναγγελίας ἐπιμεληθῆναι τοὺς ἀγορανόμους,
ἐπῃνῆσθαι [δ]ὲ ὑπὸ τοῦ δήμου καὶ τοὺς ἄνδρας
τοὺς προγε̣γραμμένους καὶ στεφανῶσαι ἕ̣κ̣αστον
10 αὐτῶν ἐ̣ν τοῖς Ἀπολλωνίοις χρυσῶι στεφάνωι,
ἀναγ̣γ̣ε̣ί̣λ̣αντας ὅτι ὁ δῆμος στεφανοῖ Νῖκιν vac.?
Ἀντιπάτρου, Κ̣άσαμπον Ἡρώιδου, Πύλιον Μενε-
κλείους Λαμψακηνοὺς χρυσῶι στεφάνωι ἐπὶ
τῶι παρεπιδημήσαντας π̣αρ’ ἡμῖν ποιήσασ-
15 θαι διεξαγωγὴν καὶ σύλλυσιν συμφεροῦσαν
τῶι δήμωι· δεδόσθαι δὲ αὐτοῖς καὶ ἐκγόνοις
π̣ρ̣οξενίαν καὶ πολιτείαν καὶ ἔγκτησιν γῆς καὶ
[ο]ἰ̣κίας κα̣ὶ εἴσπλουν καὶ ἔκπλουν καὶ πολέμου̣
καὶ εἰρήν̣ης ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἔσ̣οδον
20 ἐ̣πὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ̣
[ἱ]ερὰ καὶ ἀτέλειαν ὧν ἂν εἰσάγωσιν ἢ ἐξάγω-
[σιν ἐ]π̣ὶ χρήσει ἢ κτήσει τῆι ἑαυτῶν, ἵνα δὲ καὶ
[— — — —] ἀναγράφε<ι>ν εἰς τελαμῶνα ΑΝΑ
[— — — — — — — — — — — — — — — —]
Search Help
Contact Us