Honorific inscription of an unknown city for three judges from Lampsakos. Stele fragment, broken at the top and the bottom.
[ ]
Troas — Lampsakos (Lapseki) — 2nd c. BC? — AST 26.1 (2009) 335-336; 342, pl. 8 — SEG eds. from ph.
| [— — — — (heavily damaged) — — — —] | |
| 4 | [— — — — — — — — — — — — — Νῖκιν], |
| 5 | Κ̣άσαμπον, Πύλιον ποιήσασθ̣[αι διεξαγωγὴν] |
| καὶ σύλλυσιν συμφεροῦσαν [— — — — — —] | |
| ἀναγγελίας ἐπιμεληθῆναι τοὺς ἀγορανόμους, | |
| ἐπῃνῆσθαι [δ]ὲ ὑπὸ τοῦ δήμου καὶ τοὺς ἄνδρας | |
| τοὺς προγε̣γραμμένους καὶ στεφανῶσαι ἕ̣κ̣αστον | |
| 10 | αὐτῶν ἐ̣ν τοῖς Ἀπολλωνίοις χρυσῶι στεφάνωι, |
| ἀναγ̣γ̣ε̣ί̣λ̣αντας ὅτι ὁ δῆμος στεφανοῖ Νῖκιν vac.? | |
| Ἀντιπάτρου, Κ̣άσαμπον Ἡρώιδου, Πύλιον Μενε- | |
| κλείους Λαμψακηνοὺς χρυσῶι στεφάνωι ἐπὶ | |
| τῶι παρεπιδημήσαντας π̣αρ’ ἡμῖν ποιήσασ- | |
| 15 | θαι διεξαγωγὴν καὶ σύλλυσιν συμφεροῦσαν |
| τῶι δήμωι· δεδόσθαι δὲ αὐτοῖς καὶ ἐκγόνοις | |
| π̣ρ̣οξενίαν καὶ πολιτείαν καὶ ἔγκτησιν γῆς καὶ | |
| [ο]ἰ̣κίας κα̣ὶ εἴσπλουν καὶ ἔκπλουν καὶ πολέμου̣ | |
| καὶ εἰρήν̣ης ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἔσ̣οδον | |
| 20 | ἐ̣πὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ̣ |
| [ἱ]ερὰ καὶ ἀτέλειαν ὧν ἂν εἰσάγωσιν ἢ ἐξάγω- | |
| [σιν ἐ]π̣ὶ χρήσει ἢ κτήσει τῆι ἑαυτῶν, ἵνα δὲ καὶ | |
| [— — — —] ἀναγράφε<ι>ν εἰς τελαμῶνα ΑΝΑ | |
| [— — — — — — — — — — — — — — — —] |