Funerary epigram for Metrodora.  Plain funerary stele of white marble.
[ ] Troas — Lampsakos (Lapseki) — Akçaalan Köy — 3rd c. BC — ŽAnt 47 (1997) 184, 3
1 πικρὰς μ’ ἄρτι φυγοῦσαν, ὁδοιπόρε, Μητροοδώραν {²⁶Μητροδώραν}²⁶
ὠδῖνας στυγερὴ νὺξ ἐκάλυψε βίου·
ἀνδρὶ δὲ δάκρυ ἐμῶι Διοκλῆι καὶ πατρὶ Μενάνδρωι
καὶ νεαροῖς ἔλιπον παισὶ καταφθιμένη·
5 πάντα δ’ ἔρημα κέονται ἐνὶ μμελάθροις μὲ γοῶντα,
ἔργα τὰ χερσὶν ἐμαῖς εὖ μίγα πολλ’ ἔκαμον·
πέμπτον δ’ ἐκπεροῶσα καὶ εἰκοστὸν λυκάβαντα,
αὐχμηρὴν κεῖμαι γῆν ἐπιεσσαμένη
Search Help
Contact Us