Funerary epigram for Metrodora. Plain funerary stele of white marble.
[ ]
Troas — Lampsakos (Lapseki) — Akçaalan Köy — 3rd c. BC — ŽAnt 47 (1997) 184, 3
| 1 | πικρὰς μ’ ἄρτι φυγοῦσαν, ὁδοιπόρε, Μητροοδώραν {²⁶Μητροδώραν}²⁶ |
| ὠδῖνας στυγερὴ νὺξ ἐκάλυψε βίου· | |
| ἀνδρὶ δὲ δάκρυ ἐμῶι Διοκλῆι καὶ πατρὶ Μενάνδρωι | |
| καὶ νεαροῖς ἔλιπον παισὶ καταφθιμένη· | |
| 5 | πάντα δ’ ἔρημα κέονται ἐνὶ μμελάθροις μὲ γοῶντα, |
| ἔργα τὰ χερσὶν ἐμαῖς εὖ μίγα πολλ’ ἔκαμον· | |
| πέμπτον δ’ ἐκπεροῶσα καὶ εἰκοστὸν λυκάβαντα, | |
| αὐχμηρὴν κεῖμαι γῆν ἐπιεσσαμένη |