Letter of the emperor Hadrian to the people of Naryka.  Bronze plaque with pediment, broken at the bottom.
[ ] Lokris, E. — Naryka (Reggíni) — early 138 AD — CRAI (2006) 1281-1313 — REG 119 (2006) 1-34 — SEG 51.641; 56.565 (cf.)
1          ἀγαθῇ ❦  τύχῃ·
Αὐτοκράτωρ Καῖσαρ θεοῦ Τραϊανοῦ ❦
Παρθικοῦ υἱός, θεοῦ Νέρουα υἱωνός, Τραϊανὸς
Ἁδριανὸς Σεβαστός, ἀρχιερεὺς μέγιστος,
5 δημαρχικῆς ἐξουσίας ∙ τὸ κβʹ ∙, αὐτοκράτωρ
τὸ ∙ βʹ ∙, ὕπατος τὸ γʹ, πατὴρ πατρίδος vacat
Ναρυκείοις  ❦  vacat  χαίρειν· ❦  vacat
οὐκ οἶμαι ἀμφιζβητήσειν τινὰ πόλιν
ὑμᾶς ἔχειν καὶ πόλεως δίκαια, ὁπότε καὶ
10 εἰς τὸ κοινὸν τῶν Ἀμφικτυόνων συντελεῖ-
τε καὶ εἰς τὸ κοινὸν τῶν Βοιωτῶν καὶ Βοιω-
τάρχην παρέχετε καὶ Πανέλληνα αἱρεῖσθε
καὶ θεηκόλον πέμπετε, καί ἐστιν ὑμῖν καὶ βου-
λὴ καὶ ἄρχοντες καὶ ἱερεῖς καὶ φυλαὶ Ἑλληνικαὶ
15 καὶ νόμοι οἱ Ὀπουντίων, καὶ τελεῖτε φόρον με-
τὰ τῶν Ἀχαιῶν· ἐμνήσθησαν δὲ ὑμῶν καὶ
ποιηταί τινες τῶν ἐνλογιμωτάτων καὶ
Ῥωμαῖοι καὶ Ἕλληνες ὡς Ναρυκείων· ὀνομά-
ζουσι δὲ καὶ τῶν ἡρώων τινὰς ἐκ τῆς πόλε-
20 ως τῆς ὑμετέρας ὁρμηθέντας· τούτων ἕνεκα,
εἰ καὶ παραλέλειπται ὑμῖν τὸ γράφ̣ε̣ι̣ν̣ πρὸς
τοὺς αὐτοκράτορας καὶ πα̣ρ̣[— — c.12 — —]-
σεις λαμβ̣ά̣ν̣[ειν — — — — — — — — — —]
[— — — — — — — — — — — — — — —]
Search Help
Contact Us