Letter of the emperor Hadrian to the people of Naryka. Bronze plaque with pediment, broken at the bottom.
[ ]
Lokris, E. — Naryka (Reggíni) — early 138 AD — CRAI (2006) 1281-1313 — REG 119 (2006) 1-34 — SEG 51.641; 56.565 (cf.)
| 1 | ἀγαθῇ ❦ τύχῃ· |
| Αὐτοκράτωρ Καῖσαρ θεοῦ Τραϊανοῦ ❦ | |
| Παρθικοῦ υἱός, θεοῦ Νέρουα υἱωνός, Τραϊανὸς | |
| Ἁδριανὸς Σεβαστός, ἀρχιερεὺς μέγιστος, | |
| 5 | δημαρχικῆς ἐξουσίας ∙ τὸ κβʹ ∙, αὐτοκράτωρ |
| τὸ ∙ βʹ ∙, ὕπατος τὸ γʹ, πατὴρ πατρίδος vacat | |
| Ναρυκείοις ❦ vacat χαίρειν· ❦ vacat | |
| οὐκ οἶμαι ἀμφιζβητήσειν τινὰ πόλιν | |
| ὑμᾶς ἔχειν καὶ πόλεως δίκαια, ὁπότε καὶ | |
| 10 | εἰς τὸ κοινὸν τῶν Ἀμφικτυόνων συντελεῖ- |
| τε καὶ εἰς τὸ κοινὸν τῶν Βοιωτῶν καὶ Βοιω- | |
| τάρχην παρέχετε καὶ Πανέλληνα αἱρεῖσθε | |
| καὶ θεηκόλον πέμπετε, καί ἐστιν ὑμῖν καὶ βου- | |
| λὴ καὶ ἄρχοντες καὶ ἱερεῖς καὶ φυλαὶ Ἑλληνικαὶ | |
| 15 | καὶ νόμοι οἱ Ὀπουντίων, καὶ τελεῖτε φόρον με- |
| τὰ τῶν Ἀχαιῶν· ἐμνήσθησαν δὲ ὑμῶν καὶ | |
| ποιηταί τινες τῶν ἐνλογιμωτάτων καὶ | |
| Ῥωμαῖοι καὶ Ἕλληνες ὡς Ναρυκείων· ὀνομά- | |
| ζουσι δὲ καὶ τῶν ἡρώων τινὰς ἐκ τῆς πόλε- | |
| 20 | ως τῆς ὑμετέρας ὁρμηθέντας· τούτων ἕνεκα, |
| εἰ καὶ παραλέλειπται ὑμῖν τὸ γράφ̣ε̣ι̣ν̣ πρὸς | |
| τοὺς αὐτοκράτορας καὶ πα̣ρ̣[— — c.12 — —]- | |
| σεις λαμβ̣ά̣ν̣[ειν — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — —] |