Epitaph and funerary epigram for Timoxenos, son of Philoxenos and Archion.  Pedimental stele of white marble, broken into four fragments at the bottom; inscribed two times (nos. 1821, I-II). Now missing.
[ ] Lokris, E. — Larymna — 1st c. BC/1st c. AD — BCH 26 (1902) 329, 35bc — W. Peek, GVI I (1955) 1991 — É. Cairon, Les épitaphes métriques (2009) 199, 62
1                 〚Τιμόξενος〛
                〚[Φιλοξέ]νου·〛
             {²intervallum?
3 δακρυτὸς γενέταις Τιμόξενος [ἐ]γ χθονὶ κεῖται
Λαρύμνας, ὀλοῶι κύδιμος εἰν Ἀΐδαι,
5 οὐ γάμον οὐδ’ ἔτι λέκτρον ἰδὼν πάρος, ἀλλ’ ὑπὸ μοίρας
δισσὰς ἐξ ἐτέων πλησάμενο[ς δε]κάδας·
αἰακτὸν γενέτας δὲ Φιλόξεν[ος ἀ]μφί τε μάτηρ
τύμβον ὁμοῦ θρήνοις Ἄρχιον ἀμ[φι]πολεῖ,
υἷα τὸν ἐμ Μούσαισι τετιμένον, οὕνεκεν αἶσα
10 ἐλπίδος ἐκ πάσας ἅρπασε γεινα[μέ]νων.
           {²intervallum a. 0,04
11 ἄρτι κατὰ κροτάφων με νεανθέα τ[α]ρσὸν ἰούλων
 αὔξονθ’ ὁ στυγερὸς νέρθε κάλυψ’ Ἀΐδας,
δάκρυα μὲν καὶ πένθος ἐμοῖς γενέταισι λιπόντα,
 οἷς μούνα βιοτᾶς ἐλπὶς ὑπετ[ρ]εφόμαν·
15 οὐ γὰρ ἐ<μ>οῖς ὑμέναιον ἐπὶ προθύ[ρ]οισιν ἔμελψαν,
 θρῆνον δ’ ἀντὶ γάμου καὶ γόον ἀντὶ χαρᾶς.
ἀλλὰ τὸν ἱμερταῖς Τιμόξενον Ε[․]ΟΣΙ Μούσαις
 πα<τ>ρίδι Λαρύμναι τ’ ἔξοχα̣ [— c.3 —]Ιόμενον
γηραλέωι σὺν πατρὶ Φιλοξένωι ἀμφί τε ματρὶ
20  Ἀρχίωι Ο̣[— — — —]ΛΛΥ[— — —] ἀποφθίμενον.
Search Help
Contact Us