Paian of Makedonikos in honor of Apollo and Asklepios.  Four joining fragments of a pedimental stele of Pentelic marble, preserved on the left and at the bottom.
[ ] Attica — Athens — Asklepieion — 2nd/1st c. BC — IG II² 4473 (a-c) — W. Peek, Att. Versinschriften (1980) 45, 51 (a-d)
cymatium.1              Μακεδονικὸς v Ἀμφιπολείτης
            ἐποίησεν τοῦ θεοῦ προστάξαντ[ος].
lower field.3 Δήλιον εὐφαρέτραν Ζηνὸς γόνον ὑμνεῖτ’ ἀργυρότ[οξον]
  εὔφρονι θυμῷ εὐφήμῳ γλώσσῃ,     ἰὲ παιάν,
5 ἱκτῆρα̣ κλάδον ἐν παλάμῃ θέτε καλὸν ἐλαΐνεον κ[αὶ δάφνης]
  ἀ[γλ]αὸν ἔρνος, κοῦροι Ἀθηναίων,     ἰὲ παιάν,
[κο]ῦρ[οι], με[μπ]τ̣ος ὕμνος ἀείδοι Λητοίδην ἕκατον, Μ̣[ουσῶν]
  κλυτὸν γ̣[εμ]ον[ῆ]α̣ [— — — —],         ἰὴ παιάν,
ἐπιτάρροθον, ὅγ ποτ[ε γεί]νατο νούσων καὶ βροτέας [ἀλκτῆρα]
10   δύης, Ἀσκληπιὸν εὔφ[ρον]α κοῦρον, [ἰ]ὲ ὦ ἰὲ παιάν.
τὸν δ’ ἀνὰ Πηλιάδας κορυφὰς ἐδίδαξε [τέ]χνην πᾶ̣[σαν – ⏑ ]-
  φίαν Κένταυρος ἀλεξίπονον̣ [μ]ερόπεσσιν, vacat [ἰὲ παιάν],
παῖδα Κορωνίδος, ἤπιον ἀν[δ]ράσι, δαίμονα σεμνότα[τον, vac. ἰὲ παιάν].
τοῦ δ’ ἐγένοντο κόροι Ποδαλείριος ἠδὲ Μαχάων, Ἕλλη[σιν ⏑ ⏑ (– ⏑ ⏑) ]
15   λόγχης,               ἰὴ παιάν,
ἠδ’ Ἰασὼ Ἀκεσώ τε καὶ Αἴγλη καὶ Πανάκεια, Ἠπιόνης Γ̣[ ⏑ ⏑ – σὺν]
  ἀριπρέπτῳ Ὑγιείᾳ,         ἰὴ παιάν.
χαῖρε, βροτοῖς μέγ’ ὄνειαρ, δαῖμον κλεινότατε,  [ἰὲ] ὦ̣ [ἰὲ παιάν],
Ἀσκληπιέ, σὴν δὲ δίδου σοφίαν ὑμνοῦντας ἐς αἰ[εὶ θ]άλλειν vac.
20   ἐν βιοτῇ σὺν τερπνοτάτῃ Ὑγιείᾳ,     ἰὴ παιά[ν].vacat
σώζοις δ’ Ἀτθίδα Κεκροπίαν πόλιν αἰὲν ἐπερχόμ[εν]ος,   ἰὲ παιάν,
  ἤπιος ἔσσο, μάκαρ, στυγερὰς δ’ ἀπέρυκε νούσου[ς, ] ἰὲ ὦ ἰὲ παιάν.
Search Help
Contact Us