Paian of Makedonikos in honor of Apollo and Asklepios. Four joining fragments of a pedimental stele of Pentelic marble, preserved on the left and at the bottom.
[ ]
Attica — Athens — Asklepieion — 2nd/1st c. BC — IG II² 4473 (a-c) — W. Peek, Att. Versinschriften (1980) 45, 51 (a-d)
See also:
| cymatium.1 | Μακεδονικὸς v Ἀμφιπολείτης |
| ἐποίησεν τοῦ θεοῦ προστάξαντ[ος]. | |
| lower field.3 | Δήλιον εὐφαρέτραν Ζηνὸς γόνον ὑμνεῖτ’ ἀργυρότ[οξον] |
| εὔφρονι θυμῷ εὐφήμῳ γλώσσῃ, ἰὲ παιάν, | |
| 5 | ἱκτῆρα̣ κλάδον ἐν παλάμῃ θέτε καλὸν ἐλαΐνεον κ[αὶ δάφνης] |
| ἀ[γλ]αὸν ἔρνος, κοῦροι Ἀθηναίων, ἰὲ παιάν, | |
| [κο]ῦρ[οι], ἄμε[μπ]τ̣ος ὕμνος ἀείδοι Λητοίδην ἕκατον, Μ̣[ουσῶν] | |
| κλυτὸν ἡγ̣[εμ]ον[ῆ]α̣ [— — — —], ἰὴ παιάν, | |
| ἐπιτάρροθον, ὅγ ποτ[ε γεί]νατο νούσων καὶ βροτέας [ἀλκτῆρα] | |
| 10 | δύης, Ἀσκληπιὸν εὔφ[ρον]α κοῦρον, [ἰ]ὲ ὦ ἰὲ παιάν. |
| τὸν δ’ ἀνὰ Πηλιάδας κορυφὰς ἐδίδαξε [τέ]χνην πᾶ̣[σαν – ⏑ ]- | |
| φίαν Κένταυρος ἀλεξίπονον̣ [μ]ερόπεσσιν, vacat [ἰὲ παιάν], | |
| παῖδα Κορωνίδος, ἤπιον ἀν[δ]ράσι, δαίμονα σεμνότα[τον, vac. ἰὲ παιάν]. | |
| τοῦ δ’ ἐγένοντο κόροι Ποδαλείριος ἠδὲ Μαχάων, Ἕλλη[σιν ⏑ ⏑ (– ⏑ ⏑) ] | |
| 15 | λόγχης, ἰὴ παιάν, |
| ἠδ’ Ἰασὼ Ἀκεσώ τε καὶ Αἴγλη καὶ Πανάκεια, Ἠπιόνης Γ̣[ ⏑ ⏑ – σὺν] | |
| ἀριπρέπτῳ Ὑγιείᾳ, ἰὴ παιάν. | |
| χαῖρε, βροτοῖς μέγ’ ὄνειαρ, δαῖμον κλεινότατε, [ἰὲ] ὦ̣ [ἰὲ παιάν], | |
| Ἀσκληπιέ, σὴν δὲ δίδου σοφίαν ὑμνοῦντας ἐς αἰ[εὶ θ]άλλειν vac. | |
| 20 | ἐν βιοτῇ σὺν τερπνοτάτῃ Ὑγιείᾳ, ἰὴ παιά[ν]. vacat |
| σώζοις δ’ Ἀτθίδα Κεκροπίαν πόλιν αἰὲν ἐπερχόμ[εν]ος, ἰὲ παιάν, | |
| ἤπιος ἔσσο, μάκαρ, στυγερὰς δ’ ἀπέρυκε νούσου[ς, ] ἰὲ ὦ ἰὲ παιάν. |