Agonistic dedication. Statue base of Pentelic marble.
[ ]
Attica — Athens — Agora — 253-257 AD — IG II² 3169/70 — L. Moretti, IAG (1953) 90
See also:
| 1 | ἀγαθῇ τύχῃ· |
| [Οὐα]λέριος Ἔκλεκτος Σινωπεὺς | |
| [βου]λευτὴς καὶ Ἀθηναῖος καὶ Δελφὸς | |
| [βου]λευτὴς καὶ Ἠλεῖος καὶ Σαρδιανὸς | |
| 5 | [β]ουλευτὴς καὶ Περγαῖος βουλευτὴς |
| [κ]αὶ Νεικαεὺς βουλευτὴς καὶ ἄλλων πολ- | |
| [λ]ῶν πόλεων πολείτης καὶ βουλευτής, | |
| [κ]ῆρυξ δὶς περίοδος, νεικήσας ἀγῶνας ἱε- | |
| [ρ]οὺς οἰκουμενικοὺς τοὺς ὑπογεγραμμέ- | |
| 10 | νους· Ὀλύμπια ἐν Πείσῃ βʹ, Πύθια ἐν Δελ- |
| φοῖς βʹ, Νέμεια ἐν Ἄργει γʹ, Ἴσθμια δʹ, Πανα- | |
| θήναια δʹ, Πανελλήνια, τὴν ἐξ Ἄργους ἀσπίδα, | |
| Καπετώλια ἐν Ῥώμῃ γʹ, Ἀθηνᾶς Προμάχου ἐν | |
| Ῥώμῃ γʹ, τὸν χειλιετῆ ἐν Ῥώμῃ, ἐφ’ ᾧ ἐτει- | |
| 15 | μήθην χρυσῷ βραβείῳ μόνος καὶ πρῶτος τῶν ἀπ’ αἰ- |
| ῶνος κηρύκων, Εὐσέβεια ἐν Ποτιόλοις δʹ, Σεβαστὰ | |
| ἐν Νεαπόλει δʹ, Ἄκτια ἐν Νεικοπόλει, Ὀλύμπια ἐν | |
| Ἐπιδαύρῳ βʹ, Ἡράκλεια ἐν Θήβαις γʹ, Τροφώνει- | |
| α ἐν Λεβαδείᾳ βʹ, Ὀλύμπια ἐν Βεροίᾳ βʹ, Πύθια ἐν Φι- | |
| 20 | λιπποπόλει βʹ, Κεντρείσεια ἐν Φιλιπποπόλει, |
| Σεβαστὰ ἐν Βυζαντίῳ Σευήρεια ἐν Νεικομηδεί- | |
| ᾳ βʹ, κοινὸν Βειθυνίας ἐν Νεικομηδείᾳ βʹ, Σευήρει- | |
| α ἐν Νεικέᾳ γʹ, Χρυσάνθινα ἐν Σάρδεσιν, κοινὰ Ἀσίας ἐν | |
| Σάρδεσιν, Πύθια ἐν Τράλλεσι, Ὀλύμπια ἐν Ἐφέσῳ βʹ, | |
| 25 | Βαρβίλληα ἐν Ἐφέσῳ δʹ, Ἁδριάνεια ἐν Ἐφέσῳ, Ὀλύμ- |
| πια ἐν Σμύρνῃ βʹ, Ἁδριανὰ Ὀλύμπια ἐν Σμύρνῃ βʹ, | |
| κοινὰ Ἀσίας ἐν Σμύρνῃ, Αὐγούστεια ἐν Περγάμῳ, | |
| Ὀλύμπια ἐν Κυζικῷ, Διδύμεια ἐν Μειλήτῳ βʹ, | |
| Πύθια ἐν Ἱεροπόλει, Ἄκτια ἐν Τύρῳ, Σεβάσμεια | |
| 30 | ἐν Δαμάσκῳ βʹ, τὸν περιπόρφυρον ἐν Σειδόνι βʹ, |
| Ἀττάληα Καπετώλια ἐν Ἀφροδεισιάδι. | |
| vacat 0,21 | |
| 32 | ὑπὸ φωνασκὸν Μ(ᾶρκον) Αὐρ(ήλιον) Μουσαῖον τὸν καὶ Ἑορ- |
| τάσιον, Σαρδιανὸν γερουσιαστήν, Δελφὸν | |
| βουλευτὴν καὶ Ἠλεῖον καὶ Ἀφροδεισιέα, ἀρχιγραμ- | |
| 35 | ματέα, τειμηθέντα ὑπὸ Ἠλείων καὶ Δελφῶν |
| ἀνδριᾶσι μόνον καὶ πρῶτον τῶν ἐπὶ φωνα- | |
| σκίᾳ. |