Agonistic dedication.  Statue base of Pentelic marble.
[ ] Attica — Athens — Agora — 253-257 AD — IG II² 3169/70 — L. Moretti, IAG (1953) 90
See also:
1         ἀγαθῇ           τύχῃ·
[Οὐα]λέριος Ἔκλεκτος Σινωπεὺς
[βου]λευτὴς καὶ Ἀθηναῖος καὶ Δελφὸς
[βου]λευτὴς καὶ Ἠλεῖος καὶ Σαρδιανὸς
5 [β]ουλευτὴς καὶ Περγαῖος βουλευτὴς
[κ]αὶ Νεικαεὺς βουλευτὴς καὶ ἄλλων πολ-
[λ]ῶν πόλεων πολείτης καὶ βουλευτής,
[κ]ῆρυξ δὶς περίοδος, νεικήσας ἀγῶνας ἱε-
[ρ]οὺς οἰκουμενικοὺς τοὺς ὑπογεγραμμέ-
10 νους·   Ὀλύμπια ἐν Πείσῃ  βʹ,  Πύθια ἐν Δελ-
φοῖς  βʹ,  Νέμεια ἐν Ἄργει  γʹ,  Ἴσθμια δʹ, Πανα-
θήναια  δʹ,  Πανελλήνια, τὴν ἐξ Ἄργους ἀσπίδα,
Καπετώλια ἐν Ῥώμῃ  γʹ,  Ἀθηνᾶς Προμάχου ἐν
Ῥώμῃ  γʹ,  τὸν χειλιετῆ ἐν Ῥώμῃ, ἐφ’ ᾧ ἐτει-
15 μήθην χρυσῷ βραβείῳ μόνος καὶ πρῶτος τῶν ἀπ’ αἰ-
ῶνος κηρύκων,  Εὐσέβεια ἐν Ποτιόλοις  δʹ,  Σεβαστὰ
ἐν Νεαπόλει  δʹ,  Ἄκτια ἐν Νεικοπόλει, Ὀλύμπια ἐν
Ἐπιδαύρῳ  βʹ,  Ἡράκλεια ἐν Θήβαις  γʹ,  Τροφώνει-
α ἐν Λεβαδείᾳ  βʹ,  Ὀλύμπια ἐν Βεροίᾳ  βʹ,  Πύθια ἐν Φι-
20 λιπποπόλει  βʹ,  Κεντρείσεια ἐν Φιλιπποπόλει,
Σεβαστὰ ἐν Βυζαντίῳ Σευήρεια ἐν Νεικομηδεί-
ᾳ  βʹ,  κοινὸν Βειθυνίας ἐν Νεικομηδείᾳ  βʹ,  Σευήρει-
α ἐν Νεικέᾳ  γʹ,  Χρυσάνθινα ἐν Σάρδεσιν, κοινὰ Ἀσίας ἐν
Σάρδεσιν,  Πύθια ἐν Τράλλεσι, Ὀλύμπια ἐν Ἐφέσῳ βʹ,
25 Βαρβίλληα ἐν Ἐφέσῳ  δʹ,  Ἁδριάνεια ἐν Ἐφέσῳ, Ὀλύμ-
πια ἐν Σμύρνῃ  βʹ,  Ἁδριανὰ Ὀλύμπια ἐν Σμύρνῃ  βʹ,
κοινὰ Ἀσίας ἐν Σμύρνῃ,  Αὐγούστεια ἐν Περγάμῳ,
Ὀλύμπια ἐν Κυζικῷ,  Διδύμεια ἐν Μειλήτῳ  βʹ,
Πύθια ἐν Ἱεροπόλει,  Ἄκτια ἐν Τύρῳ, Σεβάσμεια
30 ἐν Δαμάσκῳ  βʹ, τὸν περιπόρφυρον ἐν Σειδόνι βʹ,
Ἀττάληα Καπετώλια ἐν Ἀφροδεισιάδι.
               vacat 0,21
32 ὑπὸ φωνασκὸν Μ(ᾶρκον) Αὐρ(ήλιον) Μουσαῖον τὸν καὶ Ἑορ-
τάσιον, Σαρδιανὸν γερουσιαστήν, Δελφὸν
βουλευτὴν καὶ Ἠλεῖον καὶ Ἀφροδεισιέα, ἀρχιγραμ-
35 ματέα, τειμηθέντα ὑπὸ Ἠλείων καὶ Δελφῶν
ἀνδριᾶσι μόνον καὶ πρῶτον τῶν ἐπὶ φωνα-
σκίᾳ.
Search Help
Contact Us