Choregic dedication with epigram (ll. 4-9).  Intact three-sided base of Pentelic marble for a statue or tripod.
[ ] Attica — Athens — Agora — ca. 80-90 AD — IG II² 3114 — Agora XVIII C191
See also:
1     ὁ δῆμος ἐνείκα,
Λούκιος Φλαούιος Φλάμμας
  Κυδαθηναιεὺς ἦρχε.
        vacat c. 0,18
4 πάντες χοραγοὶ πᾶς τε φυλέτας χορὸς
5 ἄγαλμα δήμῳ Κέκροπος ἐστάσαντό με
ἑκούσιοι μεθέντες ἐξ ἀγωνίας,
ὡς μὴ φέροι τις αἶσχος ἀποκισσούμενος·
[ἐ]γὼ δ’ ἑκάστῳ τόσσον εὐκλείας νέμω,
καθ’ ὅσσον αὐτῷ ξυνὸς ὢν ὀφείλομαι.
Search Help
Contact Us