Dedication of the Roman Agora to Athena Archegetis. Architrave of the Doric propylon.
| 1 | ὁ δῆμος ἀπὸ τῶν δοθεισῶν δωρεῶν ὑπὸ Γαΐου Ἰουλίου Καίσαρος θεοῦ |
| καὶ Αὐτοκράτορος Καίσαρος θεοῦ υἱοῦ Σεβαστοῦ | |
| Ἀθηνᾶι Ἀρχηγέτιδι στρατηγοῦντος ἐπὶ τοὺς ὁπλίτας Εὐκλέους Μαραθωνίου | |
| τοῦ καὶ διαδεξαμένου τὴν ἐπιμέλειαν ὑπὲρ τοῦ πατρὸς Ἡρῴδου τοῦ καὶ πρεσβεύσαντος | |
| 5 | ἐπὶ ἄρχοντος Νικίου τοῦ Σαραπίωνος Ἀθμονέως. |