Arbitration of Knidos. Two joining fragments (ab) of an opisthographic stele of white marble.
[ ]
Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo (b), Ag. Antonios (a) — early 2nd c. BC — M. Segre, Tit. Cal. (1952) 79 — IK Knidos I (1992) 221; II (2019) p. 30 — S. Ager, Interstate Arbitrations (1996) 75, 21
See also:
face A.1 | [ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα στρ]α̣ταγῶν Λευντιάδα το̣- |
[ῦ — — —, — — — τοῦ — — —, — — — τοῦ — —]λ̣ωνος, Πειθαράτου το̣- | |
[ῦ — — —, — — — τοῦ — — —, — — —] τοῦ Ἀκροτέλευς, Ἐρασικλ- | |
[εῦς τοῦ — — —, — — — τοῦ — — — — π]ε̣ρὶ τᾶς δίκας, ἇς ἐδικάζε- | |
5 | [το τὰ παιδία τὰ Διαγόρα τοῦ Παυσιμάχ]ο̣υ μετὰ ἐπιτρόπων Φιλί- |
[νου τοῦ Διοκλεῦς, Ἀριστοδάμου, Ἀγλάου], Τ̣εισία, Ἀριστέως τᾶι πό- | |
[λι τᾶι Καλυμνίων· ἐπεὶ τὰς προκλήσις σ]υ̣νέθεντο τὰ Δια<γ>όρα πα- | |
[ιδία καὶ τοὶ ἐπίτροποι Φιλῖνος Διοκλεῦς], Ἀρ̣ισ̣τόδαμος, Ἄγλαος, Τ- | |
[εισίας, Ἀριστεύς, νῦν δὲ καὶ ἁ πόλις ἁ Κα]λ̣υμνίων τοὺς προδίκου- | |
10 | [ς ἀπέστειλε — — — — — — — — — —]ΓΡΑΡΑΤ[․]Λ[․․․]Τ[․․]ΟΝ[— —] |
[— — — — — — — — — — — — — — —]σ̣θένη̣ Θηβάδ[αν — — — —] | |
[— — — — — — — — κατὰ τὸ ὁμολόγημα] τὸ Κ̣αλυμνίων [τε καὶ Κώι]- | |
[ων — — — — — — — — — — — — ἑκατ]έρους τοὺς γεν̣[ομένους] | |
[— — — —, δεδόχθαι τῶι δάμωι· προλέγειν] τ̣ο̣ὺ̣ς̣ στρατα̣γ̣[οὺς τᾶς δί]- | |
15 | [κας ἁμέραν τοῖς Διαγόρα παιδίοις καὶ τᾶι πό]λ̣ι τᾶι Καλυμνίων. vac. |
[ἐπεὶ δὲ ἑκάτεροι ταύταν τὰν ἁμέραν ἀποδ]ε̣δ̣[ε]γ̣μέν<⁶¹οι>⁶¹ ἐντί, λαβόντ[ω] | |
[τοὶ στραταγοὶ — — — — — — παρὰ τῶν] Διαγόρα παιδίων καὶ τῶν ἐ- | |
[πιτρόπων ἀντίγραφα τοῦ ἐγκλήματο]ς̣, ὅ κ̣α ἐνκαλῆι τὰ Δια<γ>όρα π- | |
[αιδία περὶ τοῦ Παυσιμάχου χρέως πρὸ] ἁ̣μερᾶ̣ν̣ πέντε· εἰ δέ κα μ̣- | |
20 | [ὴ ἀποδῶντι τὰ ἀντίγραφα τοῖς στραταγοῖ]ς̣ κ̣α̣τὰ τὰ γεγραμμένα, μὴ |
[ἐσαγόντω τὰν δίκαν τοὶ στραταγοί· λαβόν]τω δὲ καὶ ἀντίγραφα τᾶ[ς] | |
[ἀντωμοσίας τᾶς δεδομένας τοῖς Καλυμ]νίων προδίκοις πρὸ ἁμε̣ρ̣- | |
[ᾶν πέντε· εἰ δέ κα μὴ ἀποδῶντι αὐτοί, ν]ικᾶν τὰ Διαγόρα παιδία κρι[ν]- | |
[όντ]ω̣, ο̣ὐδὲ τὸ ἐπικαλεύμ[ενον ἔχειν τινὰ] τῶν γεγραμμένων ο{ΙΚΑΓ[․․]}- | |
25 | [ὔτ]ε̣ {²⁶οὔτε}²⁶ ἔλασσον τούτου· ἐξορκών̣[τω δὲ πρὸ το]ῦ δικαστηρίου πρὶν τὰν [․․] |
Σ δικαστὰς τοὺς δικάζοντας Ι̣[— — — — —]ν̣ων· ὁ δὲ ὅρκος ἔστω̣ ὅ̣[δ]- | |
ε· ναὶ τὸν Δία καὶ τὸν Ἀπόλλω τὸν Λύκι̣[ον καὶ τὰν Γᾶν δικασσέω περὶ] | |
ὧν τοὶ ἀντίδικοι ἀντώμοσαν κατὰ γν̣[ώμαν τὰν οὖσαν δικαιοτάτα]- | |
ν, καὶ οὐ δικασσέω κατὰ μάρτυρα εἴ κα μὴ [δοκῆι ἀλαθέα μαρτ]- | |
30 | υ̣ρεῖν, οὐδὲ δῶρα ἔλαβον τᾶς δίκας ταύτας ἕν̣[εκεν οὐδὲ λήψομαι] |
[ο]ὔτε αὐτὸς ἐγὼ οὔτε ἄλ<λ>ος οὔτε ἄλλα ἐμὶν̣ [τέχναι ἢ μαχανᾶι οὐδ]- | |
εμιᾶι· εὐορκεῦντι μέμ μοι εὖ εἶμεν, ἐπιορκεῦντ̣[ι δὲ τὰ ἐναντία]. | |
τὰ δὲ ψαφίσματα καὶ τὰς προκλήσις καὶ εἴ τί κα ἄλλο δέ̣[ον ἐγ δα]- | |
μοσίου φέρηται, τιθέσθων ἐπὶ τὸ δικαστήριον τοὶ ἀν̣[τίδικοι ἑκ]- | |
35 | άτεροι ἐσφραγισμένα τᾶι δαμοσίαι σφραγῖδι πόλιος ἑκατ̣[έρας] |
καθά κα ἑκατέρα ἁ πόλις ψαφίξηται, καὶ παραδόντω τοῖς στρατ- | |
αγοῖς, τοὶ δὲ στραταγοὶ λύσαντες ἐγδιδόντω ἐς τὸ δικαστήριο- | |
ν πάντα τὰ γράμματα ἀμφοτέροις τοῖς ἀντιδίκοις. τιθέσθων δὲ καὶ̣ | |
τὰς μαρτυρίας ἑκάτεροι πρὶν οὗ λέγεσθαι τὰν δίκαν. λεγέσθω δὲ | |
40 | τᾶς δίκας ὁ μὲν πρᾶτος λόγος ἑκατέροις ποτὶ χόας δεκαοκτώ, ὁ δὲ |
δεύτερος ποτὶ χόας δέκα. συναγόρους δὲ ἐξέστω ἑκατέροις | |
παρέχεσθαι τέτορας, ἐξέστω δὲ καὶ μαρτυρὲν τοῖς συναγόροις. | |
τὰ δὲ ψαφίσματα καὶ τὰς προκλήσις καὶ τὰν γραφὰν τᾶς δίκας καὶ εἴ τί κ- | |
α ἄλλο ἐγ δαμοσίου φέρηται ἀναγινωσκέτω ὁ γραμματεύς, ὅν κα ἑ- | |
45 | κάτεροι παρέχωνται, καὶ τὰς μαρτυρίας ἄνευ ὕδατος· ὁ δὲ μάρτ- |
υρ ὁ μὲν δυνατὸς ἐὼν παρεῖμεν, μαρτυρείτω παρεὼν ἐπὶ τοῦ δικα- | |
στηρίου, τοὶ δὲ ἀδύν[α]τοι τῶμ μαρτύρων παραγενέσθαι ἐπὶ τὸ δικ̣- | |
αστήριον ἐγμαρτυρησάντω ἐπὶ τῶν προστατᾶν ἐν ἑκατέρα[ι] | |
τᾶι πόλι τετάρται ἐξ ἰκάδος μηνὸς Βατρομίου ὃν Καλύμνιοι ἄγοντ[ι], | |
50 | Κῶιοι δὲ Καφίσιον, παρεύντων τῶν ἀντιδίκων, εἴ κα χρείζωντι παρῆ- |
μεν· τοὶ δὲ μάρτυρες ποτομνύντω τὸν νόμιμον ὅρκον ἐπὶ τὰν μ- | |
αρτυρίαν ἀλαθέα μαρτυρεῖν καὶ μὴ δυνατοὶ ἦμεν παραγενέσθαι ἐπὶ τ̣- | |
ὸ δικαστήριον· τοὶ δὲ προστάται τὰς μαρτ̣υ̣ρ̣ί̣α̣ς τὰς ἐγμαρτυρηθείσα- | |
ς ἐπ’ αὐτῶν ἐπισαμαινέσθω τᾶι δαμοσία̣[ι] σ̣φ̣ρ̣α̣γῖδι, παρασαμαινέσθω δὲ | |
55 | καὶ τῶν ἀντιδίκων ὁ χρείζων, ἀντίγραφα [δ]ὲ̣ διδόντω τοὶ προστάται τ- |
αυτᾶν τᾶν μαρτυριᾶν παραχρῆμα τοῖς ἀντιδίκοις. ἀποστειλάντω δὲ | |
τοὶ προστάται τᾶμ̣ [μ]ὲ̣ν ἐν Κῶι μαρτυρηθεισᾶν μαρτυριᾶν πασᾶν ἀν- | |
[τί]γραφα, τὰ μὲν ἐσ[φρ]αγισμένα τᾶι δαμοσίαι σφραγῖδι, τὰ δὲ ἀσφράγισ- | |
[τα] ἐπὶ τοὺς προσ[τ]ά̣τας τοὺς ἐν Καλύμναι ἐν ἁμέραις ἴκατι ἀφ’ οὗ κα ἐγμαρ- | |
60 | [τυρ]ηθῆι· ἀποστηλάντω δὲ καὶ τοὶ προστάται τοὶ ἐν Καλύμναι τᾶν μ- |
[αρ]τ̣υ̣ρ̣ιᾶν τᾶν ἐγμαρτυρηθε[ι]σᾶν ἐφ’ αὑτοῖς ἀντίγραφα πασᾶν, τὰ μὲν ἐσφρ- | |
αγισμένα τᾶι δαμοσίαι σφραγῖδι, τὰ δὲ ἀσφ<ρ>άγιστα ποτὶ τοὺς προστά[τ]- | |
ας τοὺς ἐν Κῶι ἐν ἁμέραις ἴκατι ἀφ’ οὗ κα ἐγμαρτυρηθῆι, καὶ τὰ ἄλλα | |
ποιούντω τοὶ προστάται περὶ τᾶν ἐγμαρτυριᾶν καθάπερ καὶ τοὺς ἐ- | |
65 | ν Κῶι προστάτας γέγραπται ποιεῖν· τοῖς δὲ παραγενομένοις Καλυμ- |
νίων εἰς Κῶν ἐπὶ τὰν ἐπάκουσιν τᾶν μαρτυριᾶν ἀσ̣φ[άλειαν παρεχ]έ̣τ̣- | |
ω ἐν Κῶι Φιλῖνος. διδόντω δὲ καὶ ἀνάκρισιν τοὶ σ[τραταγοὶ τῶν μαρ]- | |
τύρων ἑκατέροις καθ’ ἕνα μετὰ τοὺς πράτους [λόγους τᾶς δίκας]· | |
ἀνακρινάντω δὲ καὶ τοὺ̣ς μάρτυρας ἑκάτεροι ὅ[σα μὲν τᾶς δίκας ἱ]- | |
70 | κνεῖται, ἄλλο δὲ μηδέν, καὶ τὸ ἐρωταθὲν ὑποτ[— — — — — — ἀνα]- |
γ̣καζόντω τοὺς ἀντιδίκους τοὶ στραταγ[οὶ — — — — — — — — ἐ]- | |
ρωτώμενον, ἐπερωτῆν δὲ ὑπὲρ αὑτοῦ τ[— — — — — —· εἴ κα τοὶ] | |
λόγοι μὴ συντελέωνται παρ’ ἀνφοτέρ[ων ποτὶ τὰν μέτρησιν τοῦ ὕδατος], | |
[λ]εγόντω ἐς ὅ κα τὸ ὕδωρ ἐ[γ]ρυᾶι· συντελε[σθέντων δὲ τῶν λόγ]- | |
75 | ων διδόντω τοὶ στρατα[γο]ὶ τὰς ψάφου[ς αὐτίκα μάλα]. |
vacat 0,075 | |
face B.76-100 | {²c. 25 vv. deleti}² |
101 | [— — — — — — — — — — — — — τοῦ ἐνκλήμ]α̣τ̣ος ποτ̣ὶ [τ]- |
[ούς τε ἐπιτρόπους Φιλῖνον τὸν Διοκλεῦς], Ἀριστόδαμον, Ἄγ̣[λ]- | |
[αον, Τεισίαν, Ἀριστῆ καὶ τὰ Διαγόρα π]αιδία, ποτὶ τοὺς γεγ̣[ρ]- | |
[αμμένους — — — — — — — —]ν̣το παρὰ τοὺς Κνιδίων στρ[ατ]- | |
105 | [αγοὺς — — — — — —]ι ἐπὶ δαμιοργοῦ Ἀλκιμάχου· «ἀργυρί[ο]υ̣ |
[τοῦ ἀποδοθέντος] ἁμῖν ἀφαιρεθέντος ἀπὸ τοῦ χρέως τοῦ Παυσ̣[ι]- | |
[μάχου καὶ] Ἱπποκράτευς, τᾶς τε ἀφέσιος τοῦ ταλάντου ὅ φαν- | |
[τι] ἀφεῖσθαι Καλύμνιοι ὑπὸ Παυσιμάχου καὶ Κλευμήδευς, καὶ τ- | |
ᾶν φιαλᾶν καὶ τῶν ἀλσέων, καὶ τᾶν πεμπτᾶν ἀφαιρεθεισᾶ- | |
110 | ν τᾶν ἀποδοσίων, ἅς φαντι ἀποδεδώκεν Καλύμνιοι Παυσιμ- |
άχωι καὶ Κλευμήδει καθ’ ὁμολογίαν ἅμ φαντι ποιήσασθαι | |
Καλύμνιοι ποτὶ Παυσίμαχον καὶ Κλευμήδη, περὶ ὧν πάντων | |
ἀμφισβατεῦντι αὐτοῖς τοὶ Κλευμήδευς κλαρονόμοι, τού- | |
των πάντων ἀφαιρεθέντος τοῦ μέρευς ὃ εὑρίσκομες ἐ- | |
115 | πιπῖπτον ἐ<π>ὶ τὸ χρέος τὸ Ἱπποκράτει ὀφειλόμενον· ἀφαι- |
ρεθέντος δὲ καὶ τούτου π<λ>έονος ἀργυρίου ὅ φαντι Κα<λ>ύμ- | |
νιοι ἀποδεδώκεν Κλευμήδηι, καὶ τᾶν ἄλλαν ἀποδοσίων ἀφ- | |
αιρεθεισᾶν <π>ασᾶν, ἃς ἐν τᾶι ἀποκρίσει, ἃν ἔδωκε ὁ δᾶμ- | |
ος ὁ Κώιων τῶι Καλυμνίων δάμωι, ἃν ἔλαβον ἄγγελοι παρ- | |
120 | αγενόμενοι ἐς Κῶν Ἐξάκεστος, Χαρικλείδας, Ἀρατό- |
φαντος, Ἀρατίδας, Εὐξίφαντος, γράψαντες ἀνηνίκα- | |
μες ἔχοντας τὸς Ἱπποκράτευς κλαρονόμους ἐς τ- | |
ὸ χρέος ὃ ὤφειλον Καλύμνιοι Ἱπποκράτει, ὧι ἄρχει Καφίσ- | |
[ι]ος ἐπὶ Ἑρμώνακτος· ἀπαιτεύντων δὲ ἁμῶν τὰ v ὑ- | |
125 | πόλοιπα τῶν χρημάτων τούτων, ἃ γίνεται σὺν τό- |
κωι, τὰ μέρη τὰ ἁμά, οὐκ ἀποδίδοντι Καλύμνιοι, φά- | |
μενοι ἀποδεδώκεν αὐτὰ καὶ τοὺς τόκους τοὺς | |
γινομένους Κλευμήδει τῶι Ἱπποκράτους καὶ Κλε- | |
υφάντωι τῶι Κλευμήδευς. τίμαμα τῶν χρημά- | |
130 | των ὧν δικαζόμεθα τάλαντα τριάκοντα.» vac. |
vacat 0,015 | |
131 | ἀπεδικάσ<⁶¹θ>⁶¹η παρόντων· τᾶν ψάφων ταὶ καταδικά- |
ζουσαι ἑβδομήκοντα ὀκτώ, ταὶ δὲ ἀποδικάζου- | |
σαι ἑκατὸν ἴκατι ἕξ· Ἐλαφρίου ἑβδόμαι ἐπὶ δέκα, ἐ- | |
πὶ δαμιοργοῦ Ἀλκιμάχου· συναγόρησε τοῖς πα[ι]- | |
135 | δίοις τοῖς Δια<γ>όρα Φιλῖνος Διοκλεῦς Κῶιος, τᾶι̣ |
δ̣ὲ Καλυμνίων πόλι Ἑκατώνυμος Πρυτάνι- | |
ος Μιλήσιος, Ἐξάκεστος Ἀλκίνου Καλύμνιος, | |
Ἀρατόφαντος Ἀριστόλα Καλύμνιος. vac. | |
vacat 0,165 |