Arbitration of Knidos.  Two joining fragments (ab) of an opisthographic stele of white marble.
[ ] Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo (b), Ag. Antonios (a) — early 2nd c. BC — M. Segre, Tit. Cal. (1952) 79 — IK Knidos I (1992) 221; II (2019) p. 30 — S. Ager, Interstate Arbitrations (1996) 75, 21
face A.1 [ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα στρ]α̣ταγῶν Λευντιάδα το̣-
[ῦ — — —, — — — τοῦ — — —, — — — τοῦ — —]λ̣ωνος, Πειθαράτου το̣-
[ῦ — — —, — — — τοῦ — — —, — — —] τοῦ κροτέλευς, Ἐρασικλ-
[εῦς τοῦ — — —, — — — τοῦ — — — — π]ε̣ρὶ τᾶς δίκας, ἇς ἐδικάζε-
5 [το τὰ παιδία τὰ Διαγόρα τοῦ Παυσιμάχ]ο̣υ μετὰ ἐπιτρόπων Φιλί-
[νου τοῦ Διοκλεῦς, Ἀριστοδάμου, Ἀγλάου], Τ̣εισία, Ἀριστέως τᾶι πό-
[λι τᾶι Καλυμνίων· ἐπεὶ τὰς προκλήσις σ]υ̣νέθεντο τὰ Δια<γ>όρα πα-
[ιδία καὶ τοὶ ἐπίτροποι Φιλῖνος Διοκλεῦς], Ἀρ̣ισ̣τόδαμος, Ἄγλαος, Τ-
[εισίας, Ἀριστεύς, νῦν δὲ καὶ ἁ πόλις ἁ Κα]λ̣υμνίων τοὺς προδίκου-
10 [ς ἀπέστειλε — — — — — — — — — —]ΓΡΑΡΑΤ[․]Λ[․․․]Τ[․․]ΟΝ[— —]
[— — — — — — — — — — — — — — —]σ̣θένη̣ Θηβάδ[αν — — — —]
[— — — — — — — — κατὰ τὸ ὁμολόγημα] τὸ Κ̣αλυμνίων [τε καὶ Κώι]-
[ων — — — — — — — — — — — — ἑκατ]έρους τοὺς γεν̣[ομένους]
[— — — —, δεδόχθαι τῶι δάμωι· προλέγειν] τ̣ο̣ὺ̣ς̣ στρατα̣γ̣[οὺς τᾶς δί]-
15 [κας ἁμέραν τοῖς Διαγόρα παιδίοις καὶ τᾶι πό]λ̣ι τᾶι Καλυμνίων. vac.
[ἐπεὶ δὲ ἑκάτεροι ταύταν τὰν ἁμέραν ἀποδ]ε̣δ̣[ε]γ̣μέν<⁶¹οι>⁶¹ ἐντί, λαβόντ[ω]
[τοὶ στραταγοὶ — — — — — — παρὰ τῶν] Διαγόρα παιδίων καὶ τῶν -
[πιτρόπων ἀντίγραφα τοῦ ἐγκλήματο]ς̣, κ̣α ἐνκαλῆι τὰ Δια<γ>όρα π-
[αιδία περὶ τοῦ Παυσιμάχου χρέως πρὸ] ἁ̣μερᾶ̣ν̣ πέντε· εἰ δέ κα μ̣-
20 [ὴ ἀποδῶντι τὰ ἀντίγραφα τοῖς στραταγοῖ]ς̣ κ̣α̣τὰ τὰ γεγραμμένα, μὴ
[ἐσαγόντω τὰν δίκαν τοὶ στραταγοί· λαβόν]τω δὲ καὶ ἀντίγραφα τᾶ[ς]
[ἀντωμοσίας τᾶς δεδομένας τοῖς Καλυμ]νίων προδίκοις πρὸ ἁμε̣ρ̣-
[ᾶν πέντε· εἰ δέ κα μὴ ἀποδῶντι αὐτοί, ν]ικᾶν τὰ Διαγόρα παιδία κρι[ν]-
[όντ]ω̣, ο̣ὐδὲ τὸ ἐπικαλεύμ[ενον ἔχειν τινὰ] τῶν γεγραμμένων ο{ΙΚΑΓ[․․]}-
25 [ὔτ]ε̣ {²⁶οὔτε}²⁶ ἔλασσον τούτου· ἐξορκών̣[τω δὲ πρὸ το] δικαστηρίου πρὶν τὰν [․․]
Σ δικαστὰς τοὺς δικάζοντας Ι̣[— — — — —]ν̣ων· δὲ ὅρκος ἔστω̣ ὅ̣[δ]-
ε· ναὶ τὸν Δία καὶ τὸν Ἀπόλλω τὸν Λύκι̣[ον καὶ τὰν Γᾶν δικασσέω περὶ]
ὧν τοὶ ἀντίδικοι ἀντώμοσαν κατὰ γν̣[ώμαν τὰν οὖσαν δικαιοτάτα]-
ν, καὶ οὐ δικασσέω κατὰ μάρτυρα εἴ κα μὴ [δοκῆι ἀλαθέα μαρτ]-
30 υ̣ρεῖν, οὐδὲ δῶρα ἔλαβον τᾶς δίκας ταύτας ἕν̣[εκεν οὐδὲ λήψομαι]
[ο]ὔτε αὐτὸς ἐγὼ οὔτε ἄλ<λ>ος οὔτε ἄλλα ἐμὶν̣ [τέχναι ἢ μαχανᾶι οὐδ]-
εμιᾶι· εὐορκεῦντι μέμ μοι εὖ εἶμεν, ἐπιορκεῦντ̣[ι δὲ τὰ ἐναντία].
τὰ δὲ ψαφίσματα καὶ τὰς προκλήσις καὶ εἴ τί κα ἄλλο δέ̣[ον ἐγ δα]-
μοσίου φέρηται, τιθέσθων ἐπὶ τὸ δικαστήριον τοὶ ἀν̣[τίδικοι ἑκ]-
35 άτεροι ἐσφραγισμένα τᾶι δαμοσίαι σφραγῖδι πόλιος ἑκατ̣[έρας]
καθά κα ἑκατέρα ἁ πόλις ψαφίξηται, καὶ παραδόντω τοῖς στρατ-
αγοῖς, τοὶ δὲ στραταγοὶ λύσαντες ἐγδιδόντω ἐς τὸ δικαστήριο-
ν πάντα τὰ γράμματα ἀμφοτέροις τοῖς ἀντιδίκοις. τιθέσθων δὲ καὶ̣
τὰς μαρτυρίας ἑκάτεροι πρὶν οὗ λέγεσθαι τὰν δίκαν. λεγέσθω δὲ
40 τᾶς δίκας ὁ μὲν πρᾶτος λόγος ἑκατέροις ποτὶ χόας δεκαοκτώ, ὁ δὲ
δεύτερος ποτὶ χόας δέκα. συναγόρους δὲ ἐξέστω ἑκατέροις
παρέχεσθαι τέτορας, ἐξέστω δὲ καὶ μαρτυρὲν τοῖς συναγόροις.
τὰ δὲ ψαφίσματα καὶ τὰς προκλήσις καὶ τὰν γραφὰν τᾶς δίκας καὶ εἴ τί κ-
α ἄλλο ἐγ δαμοσίου φέρηται ἀναγινωσκέτω ὁ γραμματεύς, ὅν κα ἑ-
45 κάτεροι παρέχωνται, καὶ τὰς μαρτυρίας ἄνευ ὕδατος· ὁ δὲ μάρτ-
υρ ὁ μὲν δυνατὸς ἐὼν παρεῖμεν, μαρτυρείτω παρεὼν ἐπὶ τοῦ δικα-
στηρίου, τοὶ δὲ ἀδύν[α]τοι τῶμ μαρτύρων παραγενέσθαι ἐπὶ τὸ δικ̣-
αστήριον ἐγμαρτυρησάντω ἐπὶ τῶν προστατᾶν ἐν ἑκατέρα[ι]
τᾶι πόλι τετάρται ἐξ ἰκάδος μηνὸς Βατρομίου ὃν Καλύμνιοι ἄγοντ[ι],
50 Κῶιοι δὲ Καφίσιον, παρεύντων τῶν ἀντιδίκων, εἴ κα χρείζωντι παρῆ-
μεν· τοὶ δὲ μάρτυρες ποτομνύντω τὸν νόμιμον ὅρκον ἐπὶ τὰν μ-
αρτυρίαν ἀλαθέα μαρτυρεῖν καὶ μὴ δυνατοὶ ἦμεν παραγενέσθαι ἐπὶ τ̣-
ὸ δικαστήριον· τοὶ δὲ προστάται τὰς μαρτ̣υ̣ρ̣ί̣α̣ς τὰς ἐγμαρτυρηθείσα-
ς ἐπ’ αὐτῶν ἐπισαμαινέσθω τᾶι δαμοσία̣[ι] σ̣φ̣ρ̣α̣γῖδι, παρασαμαινέσθω δὲ
55 καὶ τῶν ἀντιδίκων ὁ χρείζων, ἀντίγραφα [δ]ὲ̣ διδόντω τοὶ προστάται τ-
αυτᾶν τᾶν μαρτυριᾶν παραχρῆμα τοῖς ἀντιδίκοις. ἀποστειλάντω δὲ
τοὶ προστάται τᾶμ̣ [μ]ὲ̣ν ἐν Κῶι μαρτυρηθεισᾶν μαρτυριᾶν πασᾶν ἀν-
[τί]γραφα, τὰ μὲν ἐσ[φρ]αγισμένα τᾶι δαμοσίαι σφραγῖδι, τὰ δὲ ἀσφράγισ-
[τα] ἐπὶ τοὺς προσ[τ]ά̣τας τοὺς ἐν Καλύμναι ἐν ἁμέραις ἴκατι ἀφ’ οὗ κα ἐγμαρ-
60 [τυρ]ηθῆι· ἀποστηλάντω δὲ καὶ τοὶ προστάται τοὶ ἐν Καλύμναι τᾶν μ-
[αρ]τ̣υ̣ρ̣ιᾶν τᾶν ἐγμαρτυρηθε[ι]σᾶν ἐφ’ αὑτοῖς ἀντίγραφα πασᾶν, τὰ μὲν ἐσφρ-
αγισμένα τᾶι δαμοσίαι σφραγῖδι, τὰ δὲ ἀσφ<ρ>άγιστα ποτὶ τοὺς προστά[τ]-
ας τοὺς ἐν Κῶι ἐν ἁμέραις ἴκατι ἀφ’ οὗ κα ἐγμαρτυρηθῆι, καὶ τὰ ἄλλα
ποιούντω τοὶ προστάται περὶ τᾶν ἐγμαρτυριᾶν καθάπερ καὶ τοὺς ἐ-
65 ν Κῶι προστάτας γέγραπται ποιεῖν· τοῖς δὲ παραγενομένοις Καλυμ-
νίων εἰς Κῶν ἐπὶ τὰν ἐπάκουσιν τᾶν μαρτυριᾶν ἀσ̣φ[άλειαν παρεχ]έ̣τ̣-
ω ἐν Κῶι Φιλῖνος. διδόντω δὲ καὶ ἀνάκρισιν τοὶ σ[τραταγοὶ τῶν μαρ]-
τύρων ἑκατέροις καθ’ ἕνα μετὰ τοὺς πράτους [λόγους τᾶς δίκας]·
ἀνακρινάντω δὲ καὶ τοὺ̣ς μάρτυρας ἑκάτεροι ὅ[σα μὲν τᾶς δίκας ἱ]-
70 κνεῖται, ἄλλο δὲ μηδέν, καὶ τὸ ἐρωταθὲν ὑποτ[— — — — — — ἀνα]-
γ̣καζόντω τοὺς ἀντιδίκους τοὶ στραταγ[οὶ — — — — — — — — ἐ]-
ρωτώμενον, ἐπερωτῆν δὲ ὑπὲρ αὑτοῦ τ[— — — — — —· εἴ κα τοὶ]
λόγοι μὴ συντελέωνται παρ’ ἀνφοτέρ[ων ποτὶ τὰν μέτρησιν τοῦ ὕδατος],
[λ]εγόντω ἐς ὅ κα τὸ ὕδωρ ἐ[γ]ρυᾶι· συντελε[σθέντων δὲ τῶν λόγ]-
75 ων διδόντω τοὶ στρατα[γο]ὶ τὰς ψάφου[ς αὐτίκα μάλα].
      vacat 0,075
face B.76-100                     {²c. 25 vv. deleti
101 [— — — — — — — — — — — — — τοῦ ἐνκλήμ]α̣τ̣ος ποτ̣ὶ [τ]-
[ούς τε ἐπιτρόπους Φιλῖνον τὸν Διοκλεῦς], Ἀριστόδαμον, Ἄγ̣[λ]-
[αον, Τεισίαν, Ἀριστῆ καὶ τὰ Διαγόρα π]αιδία, ποτὶ τοὺς γεγ̣[ρ]-
[αμμένους — — — — — — — —]ν̣το παρὰ τοὺς Κνιδίων στρ[ατ]-
105 [αγοὺς — — — — — —]ι ἐπὶ δαμιοργοῦ Ἀλκιμάχου· «ἀργυρί[ο]υ̣
[τοῦ ἀποδοθέντος] ἁμῖν ἀφαιρεθέντος ἀπὸ τοῦ χρέως τοῦ Παυσ̣[ι]-
[μάχου καὶ] Ἱπποκράτευς, τᾶς τε ἀφέσιος τοῦ ταλάντου ὅ φαν-
[τι] ἀφεῖσθαι Καλύμνιοι ὑπὸ Παυσιμάχου καὶ Κλευμήδευς, καὶ τ-
ᾶν φιαλᾶν καὶ τῶν ἀλσέων, καὶ τᾶν πεμπτᾶν ἀφαιρεθεισᾶ-
110 ν τᾶν ἀποδοσίων, ἅς φαντι ἀποδεδώκεν Καλύμνιοι Παυσιμ-
άχωι καὶ Κλευμήδει καθ’ ὁμολογίαν ἅμ φαντι ποιήσασθαι
Καλύμνιοι ποτὶ Παυσίμαχον καὶ Κλευμήδη, περὶ ὧν πάντων
ἀμφισβατεῦντι αὐτοῖς τοὶ Κλευμήδευς κλαρονόμοι, τού-
των πάντων ἀφαιρεθέντος τοῦ μέρευς ὃ εὑρίσκομες ἐ-
115 πιπῖπτον ἐ<π>ὶ τὸ χρέος τὸ Ἱπποκράτει ὀφειλόμενον· ἀφαι-
ρεθέντος δὲ καὶ τούτου π<λ>έονος ἀργυρίου ὅ φαντι Κα<λ>ύμ-
νιοι ἀποδεδώκεν Κλευμήδηι, καὶ τᾶν ἄλλαν ἀποδοσίων ἀφ-
αιρεθεισᾶν <π>ασᾶν, ἃς ἐν τᾶι ἀποκρίσει, ἃν ἔδωκε ὁ δᾶμ-
ος ὁ Κώιων τῶι Καλυμνίων δάμωι, ἃν ἔλαβον ἄγγελοι παρ-
120 αγενόμενοι ἐς Κῶν Ἐξάκεστος, Χαρικλείδας, Ἀρατό-
φαντος, Ἀρατίδας, Εὐξίφαντος, γράψαντες ἀνηνίκα-
μες ἔχοντας τὸς Ἱπποκράτευς κλαρονόμους ἐς τ-
ὸ χρέος ὃ ὤφειλον Καλύμνιοι Ἱπποκράτει, ὧι ἄρχει Καφίσ-
[ι]ος ἐπὶ Ἑρμώνακτος· ἀπαιτεύντων δὲ ἁμῶν τὰ v ὑ-
125 πόλοιπα τῶν χρημάτων τούτων, ἃ γίνεται σὺν τό-
κωι, τὰ μέρη τὰ ἁμά, οὐκ ἀποδίδοντι Καλύμνιοι, φά-
μενοι ἀποδεδώκεν αὐτὰ καὶ τοὺς τόκους τοὺς
γινομένους Κλευμήδει τῶι Ἱπποκράτους καὶ Κλε-
υφάντωι τῶι Κλευμήδευς. τίμαμα τῶν χρημά-
130 των ὧν δικαζόμεθα τάλαντα τριάκοντα.» vac.
           vacat 0,015
131 ἀπεδικάσ<⁶¹θ>⁶¹η παρόντων· τᾶν ψάφων ταὶ καταδικά-
ζουσαι ἑβδομήκοντα ὀκτώ, ταὶ δὲ ἀποδικάζου-
σαι ἑκατὸν ἴκατι ἕξ· Ἐλαφρίου ἑβδόμαι ἐπὶ δέκα, ἐ-
πὶ δαμιοργοῦ Ἀλκιμάχου· συναγόρησε τοῖς πα[ι]-
135 δίοις τοῖς Δια<γ>όρα Φιλῖνος Διοκλεῦς Κῶιος, τᾶι̣
δ̣ὲ Καλυμνίων πόλι Ἑκατώνυμος Πρυτάνι-
ος Μιλήσιος, Ἐξάκεστος Ἀλκίνου Καλύμνιος,
Ἀρατόφαντος Ἀριστόλα Καλύμνιος. vac.
                vacat 0,165
Search Help
Contact Us