Iasian response (I) and Kalymnian decree honoring judges from Iasos (II).  Marble stele, broken on the left. Now missing.
[ ] Karia — Iasos — ca. 260-250 BC — CIG 2.2671 — IK Iasos I (1985) 82 — JAC 9 (1994) 49, 4
I [ἐπὶ στεφανηφόρου — — — — — — — — — — — — — — —]
[— — — — ἕκτ]<ηι> ἱσταμένου· Εὔμολπος Μόλ[που ἐπεστάτει]·
[πρυτάνεων γν]<ώ>μη Μεσσηνέως τοῦ Δίωνος, κατασταθέντος ὑπὸ
[— — —]ο̣[υ τ]οῦ Μυγάλου, Ἕ[ρμω]νος τοῦ Μυΐστρου, κατασταθέντος [ὑπὸ]
[— — —]ράτου τοῦ Προμάχου, Μόλπου τοῦ Μόλπου, Λέοντος [τοῦ]
5 [— —]ίππου, κατασταθέντος ὑπὸ Ἀριστοφάνου τοῦ Νουμηνίου
τοῦ Στησιόχου, Ἡρακλείτου τοῦ Ἀρτεμιδώρου, Δημοφῶντο<ς> [τοῦ]
[Π]ρυτάν<ι>ος, Δάμωνος τοῦ Ὀν[φ]αλίωνος· vac. ἐπειδὴ οἱ δικασταὶ [οἱ]
ἀποσταλέντες εἰς Κάλυμναν κομίζουσιν ψήφισμα παρὰ τοῦ
δήμου τοῦ Καλυμνίων ἐν ὧι γέγραπται ὅτι «ὁ δῆμος ὁ Καλυ-
10 μνίων στεφανοῖ τὸν δῆμον χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεν
καὶ εὐνοίας τῆς εἰς αὐτόν», στεφανοῖ δὲ καὶ τοὺς δικαστὰς
τοὺς ἀποσταλέντας χρυσῶι στεφάνωι καλοκἀγαθίας
ἕνεκεν, vac. Κλέανδρον vac. Διοδώρου, vac. Λέοντα vac. Εὐβ<ο>ύλου,
[Κ][φ]αλον vac. Δράκοντος, vac. Θεόδωρον Νουμηνίου,
15 Λέοντα Δρακοντίδου, vac. καὶ περὶ τούτων οἴεται δεῖν
ἐπιμέλειαν ποιήσ<ασ>θαι τὸν δῆμον, ὅπως ὁ τῆς πόλεως
[σ]τέφανος ἀναγορευθῇ καὶ ὁ τῶν δικαστῶν ἐν τῶι
[θ]εάτρωι Διονυσίοις, δεδόχθαι τῶι δήμωι· τὸν μὲν ἀγωνο-
θέτην ἀναγγεῖλαι τὸν τῆς πόλεως στέφανον καὶ τὸν
20 [τ]ῶν δικαστῶν vac. κυκλίων τῆι πρώτηι· ἐπηινῆσθαι δὲ καὶ
τ[οὺς] δικαστὰς τοὺς ἀποσταλέντας, ἐπειδὴ ἄξιοι γενό-
[με]νοι τοῦ δήμου τιμὰς περιεποίησαν τῆι πόλει· ὅπως δὲ
[καὶ τ]ὸ ψήφισμα τοῦτο καὶ τὸ παρὰ Καλυμνίων ἀναγραφῆι
[ἐν] τῶι ἐπιφανεστάτωι τόπωι, καθὰ καὶ Καλύμνιοι ἀξιοῦσιν,
25 [οἱ ν]εωποῖαι ἐπιμέλειαν ποιησάσθωσαν, ἵνα ἀναγραφῇ ἀμφό[τε]-
[ρα] τὰ ψηφίσματα ἐν τῶι ἱερῶι τοῦ Διὸς ἢ τῆς Ἀρτέμιδος·
[καλ]έσαι δὲ καὶ τοὺς δικ[αστ]ὰς τοὺς ἀποσταλέντας
[εἰς] τὸ πρυτανεῖον.
II.29 [ἔδ]οξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστατᾶν· ἐπειδὴ
30 [ὁ δ]ᾶμος ὁ Ἰασέων ἔν τε τοῖς πρότερον χρόνοις εὔνους ὢν καὶ
[φίλ]ος διατελεῖ τῶι δάμωι τῶι Καλυμνίων καὶ νῦν πρεσβεύ-
[ον]τος τοῦ δάμου καὶ ἀξιοῦντος δόμεν ἄνδρας πέντε,
[οἵτι]νες παραγενόμενοι μάλιστα μὲν διαλυσεῦντι τοὺς
[διαφ]ερομένους τῶν πολιτᾶν, εἰ δὲ μή, κρινεῦντι διὰ ψάφου,
35 [ἀπέσ]τειλε ἄνδρας καλοὺς κἀγαθούς, οἳ παραγενόμενοι
[πᾶσ]αν σπουδὰν ἐποιήσαντο {υ} τοῦ διαλυθέντ<α>ς τοὺς
[πολ]ίτας τὰ ποτ’ αὐτοὺς πολιτεύεσθαι μετ’ ὀμονοίας·
[καὶ ἀ]πογραφεισᾶν δικᾶν εἰς τὸ δικαστήριον [πλε]όνων
[ἢ τρι]ακοσιᾶν πεντήκοντα, τὰς μὲν πλείσ<τας> διέλυσαν
40 [πείσ]αντες τοὺς ἀντιδίκους, ὅπως μὴ διὰ ψάφου τῶν πρα-
[γμά]των κρινομένων εἰς πλέω ταραχὰν ὁ δᾶμος
[καθισ]τᾶται· τινὰς δὲ καὶ διαίτασαν συμφερόντως
[ἑκα]τέροις τοῖς ἀντιδίκοις· δέκα δὲ δικᾶν εἰσαχθεισᾶν
[εἰς τὸ] <δι>καστήριον ἔκριναν διὰ ψάφου κατά τε τὸ διάγραμ-
45 [μα τοῦ] βασιλέως καὶ τοὺς νόμους, ὄντες ἀνερίθευτοι
[καὶ εὐδ]οκεῖν δηλόμενοι· ὅπως οὖν καὶ ὁ δᾶμος ὁ Καλυμνίων
[φαίνητ]αι χάριν ἀποδιδοὺς τοῖς εὐεργετοῦσι αὑτὸν καὶ πολ-
[λοὶ πρ]<ο>αιρῶνται καὶ λέγειν καὶ πράσειν τὰ δέοντα ὑπὲρ τοῦ
[πλήθου]<ς τ>οῦ Καλυμνίων, εἰδότες ὅτι ὑπαρξεῦντι αὐτοῖς
50 [τιμαὶ κ]ατάξιαι ὧν κα εὐεργετήσωντι, δεδόχθαι τᾶ[ι]
[βουλᾶι κ]α<ὶ> τῶι δάμωι· ἐπαινέσαι τὸν δᾶμον τὸν Ἰασέων
[ἀρετᾶς ἕ]νεκεν καὶ εὐνοίας, ἃν ἔχων διατελεῖ περὶ τὸ πλ[ῆ]-
[θος τὸ Κα]λυμνίων, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι
[ἀπὸ χρυσῶ]ν πέντε· ἐπαινέσαι δὲ καὶ τοὺς ἀποσταλέν-
55 [τας δικαστ]ὰς καλοκἀγαθίας ἕνεκεν vacat Κλέανδρον
[Διοδώρου], Λέοντα Εὐβούλου, vacat Κέφαλον Δράκοντος,
[Θεόδωρον Ν]ουμηνίου, vacat Λέοντα Δρακοντίδου, vacat
[καὶ στεφανῶ]σαι αὐτοὺς χρυσῶι στεφάνωι [τῶι ἐκ τοῦ νό]-
[μου ἀπὸ χρυσῶν π]έντε· δεδόσθαι δὲ αὐτοῖς [ἔγκτησιν]
60 [ἐγ Καλύμναι καὶ π]ολιτείαν, αὐτοῖς καὶ ἐγγόνοις, [καὶ]
[ἀτέλειαν πάντων· ἐ]π̣ικλ[αρ]ῶσαι δὲ αὐτοὺς ἐπὶ φυλὰν
[τοὺς προστάτας· ἦμεν] δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς
[ἀγῶσι καὶ πόθοδον ποτὶ τὰν ἐκ]κλησίαν μετὰ τὰ ἱ<ε>ρὰ
[καὶ τὰ βασιλικά].
Search Help
Contact Us