Iasian response (I) and Kalymnian decree honoring judges from Iasos (II). Marble stele, broken on the left. Now missing.
[ ]
Karia — Iasos — ca. 260-250 BC — CIG 2.2671 — IK Iasos I (1985) 82 — JAC 9 (1994) 49, 4
See also:
| I | [ἐπὶ στεφανηφόρου — — — — — — — — — — — — — — —] |
| [— — — — ἕκτ]<ηι> ἱσταμένου· Εὔμολπος Μόλ[που ἐπεστάτει]· | |
| [πρυτάνεων γν]<ώ>μη Μεσσηνέως τοῦ Δίωνος, κατασταθέντος ὑπὸ | |
| [— — —]ο̣[υ τ]οῦ Μυγάλου, Ἕ[ρμω]νος τοῦ Μυΐστρου, κατασταθέντος [ὑπὸ] | |
| [— — —]ράτου τοῦ Προμάχου, Μόλπου τοῦ Μόλπου, Λέοντος [τοῦ] | |
| 5 | [— —]ίππου, κατασταθέντος ὑπὸ Ἀριστοφάνου τοῦ Νουμηνίου |
| τοῦ Στησιόχου, Ἡρακλείτου τοῦ Ἀρτεμιδώρου, Δημοφῶντο<ς> [τοῦ] | |
| [Π]ρυτάν<ι>ος, Δάμωνος τοῦ Ὀν[φ]αλίωνος· vac. ἐπειδὴ οἱ δικασταὶ [οἱ] | |
| ἀποσταλέντες εἰς Κάλυμναν κομίζουσιν ψήφισμα παρὰ τοῦ | |
| δήμου τοῦ Καλυμνίων ἐν ὧι γέγραπται ὅτι «ὁ δῆμος ὁ Καλυ- | |
| 10 | μνίων στεφανοῖ τὸν δῆμον χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεν |
| καὶ εὐνοίας τῆς εἰς αὐτόν», στεφανοῖ δὲ καὶ τοὺς δικαστὰς | |
| τοὺς ἀποσταλέντας χρυσῶι στεφάνωι καλοκἀγαθίας | |
| ἕνεκεν, vac. Κλέανδρον vac. Διοδώρου, vac. Λέοντα vac. Εὐβ<ο>ύλου, | |
| [Κ]έ[φ]αλον vac. Δράκοντος, vac. Θεόδωρον Νουμηνίου, | |
| 15 | Λέοντα Δρακοντίδου, vac. καὶ περὶ τούτων οἴεται δεῖν |
| ἐπιμέλειαν ποιήσ<ασ>θαι τὸν δῆμον, ὅπως ὁ τῆς πόλεως | |
| [σ]τέφανος ἀναγορευθῇ καὶ ὁ τῶν δικαστῶν ἐν τῶι | |
| [θ]εάτρωι Διονυσίοις, δεδόχθαι τῶι δήμωι· τὸν μὲν ἀγωνο- | |
| θέτην ἀναγγεῖλαι τὸν τῆς πόλεως στέφανον καὶ τὸν | |
| 20 | [τ]ῶν δικαστῶν vac. κυκλίων τῆι πρώτηι· ἐπηινῆσθαι δὲ καὶ |
| τ[οὺς] δικαστὰς τοὺς ἀποσταλέντας, ἐπειδὴ ἄξιοι γενό- | |
| [με]νοι τοῦ δήμου τιμὰς περιεποίησαν τῆι πόλει· ὅπως δὲ | |
| [καὶ τ]ὸ ψήφισμα τοῦτο καὶ τὸ παρὰ Καλυμνίων ἀναγραφῆι | |
| [ἐν] τῶι ἐπιφανεστάτωι τόπωι, καθὰ καὶ Καλύμνιοι ἀξιοῦσιν, | |
| 25 | [οἱ ν]εωποῖαι ἐπιμέλειαν ποιησάσθωσαν, ἵνα ἀναγραφῇ ἀμφό[τε]- |
| [ρα] τὰ ψηφίσματα ἐν τῶι ἱερῶι τοῦ Διὸς ἢ τῆς Ἀρτέμιδος· | |
| [καλ]έσαι δὲ καὶ τοὺς δικ[αστ]ὰς τοὺς ἀποσταλέντας | |
| [εἰς] τὸ πρυτανεῖον. | |
| II.29 | [ἔδ]οξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστατᾶν· ἐπειδὴ |
| 30 | [ὁ δ]ᾶμος ὁ Ἰασέων ἔν τε τοῖς πρότερον χρόνοις εὔνους ὢν καὶ |
| [φίλ]ος διατελεῖ τῶι δάμωι τῶι Καλυμνίων καὶ νῦν πρεσβεύ- | |
| [ον]τος τοῦ δάμου καὶ ἀξιοῦντος δόμεν ἄνδρας πέντε, | |
| [οἵτι]νες παραγενόμενοι μάλιστα μὲν διαλυσεῦντι τοὺς | |
| [διαφ]ερομένους τῶν πολιτᾶν, εἰ δὲ μή, κρινεῦντι διὰ ψάφου, | |
| 35 | [ἀπέσ]τειλε ἄνδρας καλοὺς κἀγαθούς, οἳ παραγενόμενοι |
| [πᾶσ]αν σπουδὰν ἐποιήσαντο {υ} τοῦ διαλυθέντ<α>ς τοὺς | |
| [πολ]ίτας τὰ ποτ’ αὐτοὺς πολιτεύεσθαι μετ’ ὀμονοίας· | |
| [καὶ ἀ]πογραφεισᾶν δικᾶν εἰς τὸ δικαστήριον [πλε]όνων | |
| [ἢ τρι]ακοσιᾶν πεντήκοντα, τὰς μὲν πλείσ<τας> διέλυσαν | |
| 40 | [πείσ]αντες τοὺς ἀντιδίκους, ὅπως μὴ διὰ ψάφου τῶν πρα- |
| [γμά]των κρινομένων εἰς πλέω ταραχὰν ὁ δᾶμος | |
| [καθισ]τᾶται· τινὰς δὲ καὶ διαίτασαν συμφερόντως | |
| [ἑκα]τέροις τοῖς ἀντιδίκοις· δέκα δὲ δικᾶν εἰσαχθεισᾶν | |
| [εἰς τὸ] <δι>καστήριον ἔκριναν διὰ ψάφου κατά τε τὸ διάγραμ- | |
| 45 | [μα τοῦ] βασιλέως καὶ τοὺς νόμους, ὄντες ἀνερίθευτοι |
| [καὶ εὐδ]οκεῖν δηλόμενοι· ὅπως οὖν καὶ ὁ δᾶμος ὁ Καλυμνίων | |
| [φαίνητ]αι χάριν ἀποδιδοὺς τοῖς εὐεργετοῦσι αὑτὸν καὶ πολ- | |
| [λοὶ πρ]<ο>αιρῶνται καὶ λέγειν καὶ πράσειν τὰ δέοντα ὑπὲρ τοῦ | |
| [πλήθου]<ς τ>οῦ Καλυμνίων, εἰδότες ὅτι ὑπαρξεῦντι αὐτοῖς | |
| 50 | [τιμαὶ κ]ατάξιαι ὧν κα εὐεργετήσωντι, δεδόχθαι τᾶ[ι] |
| [βουλᾶι κ]α<ὶ> τῶι δάμωι· ἐπαινέσαι τὸν δᾶμον τὸν Ἰασέων | |
| [ἀρετᾶς ἕ]νεκεν καὶ εὐνοίας, ἃν ἔχων διατελεῖ περὶ τὸ πλ[ῆ]- | |
| [θος τὸ Κα]λυμνίων, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι | |
| [ἀπὸ χρυσῶ]ν πέντε· ἐπαινέσαι δὲ καὶ τοὺς ἀποσταλέν- | |
| 55 | [τας δικαστ]ὰς καλοκἀγαθίας ἕνεκεν vacat Κλέανδρον |
| [Διοδώρου], Λέοντα Εὐβούλου, vacat Κέφαλον Δράκοντος, | |
| [Θεόδωρον Ν]ουμηνίου, vacat Λέοντα Δρακοντίδου, vacat | |
| [καὶ στεφανῶ]σαι αὐτοὺς χρυσῶι στεφάνωι [τῶι ἐκ τοῦ νό]- | |
| [μου ἀπὸ χρυσῶν π]έντε· δεδόσθαι δὲ αὐτοῖς [ἔγκτησιν] | |
| 60 | [ἐγ Καλύμναι καὶ π]ολιτείαν, αὐτοῖς καὶ ἐγγόνοις, [καὶ] |
| [ἀτέλειαν πάντων· ἐ]π̣ικλ[αρ]ῶσαι δὲ αὐτοὺς ἐπὶ φυλὰν | |
| [τοὺς προστάτας· ἦμεν] δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς | |
| [ἀγῶσι καὶ πόθοδον ποτὶ τὰν ἐκ]κλησίαν μετὰ τὰ ἱ<ε>ρὰ | |
| [καὶ τὰ βασιλικά]. |