Honorific decree for Aratokritos.  Rectangular slab of white marble with raised border, broken on the right.
[ ] Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo — ca. 250-200 BC — GIBM II (1883) 231 — M. Segre, Tit. Cal. (1952) 52 — G.N. Koukoules, Hē Kalymna (1980) 85, 54
See also:
1 Ἀριστόφιλος Ἀριστοδώρου εἶπε· ἐπειδὴ Ἀρατόκριτος Ἀριστία, διαδεξάμενος τὰν παρὰ τ[ῶν]
γονέων εὔνοιαν, ἃν ἔχοντες διετέλεσαν ποτὶ τοὺς πολίτας, ἔν τε τοῖς λοιποῖς καιροῖς [ἀκο]-
λούθως τᾶι κήνων αἱρέσει πάντα πράσσων τὰ χρήσιμα διατετέλεκε τᾶι πατρίδι μετὰ π[ά]-
σας εὐνοίας, καὶ πολλάκις εἰς τὰ τοῦ δάμου συμφέροντα χρήματα ἐκ τῶν ἰδίων κ[αθ’ ἃ ἐ]δυ[νή]-
5 [θη πρ]οεισευπόρηκε, ἐξ ὧν συμβαίνει πολλὰ τῶι δάμωι τῶν χρησίμων γεγενῆσθ[αι, καὶ] τ[ῶν]
π̣ο̣λιτᾶν πολλοῖς χρείας παρείσχηται, καὶ παραίτιος γεγένηται τοῖς μὲν αἰχμαλ̣ώ̣τ̣ο̣ις γε[νη]-
θεῖσιν εἰς τὰν πατρίδα ἐπανελθεῖν, τοῖς δὲ τὰ ἴδια ἐπανορθώσασθαι διὰ τὰν αὐτοῦ πο[τὶ]
[πάν]τας εὐχαριστίαν, νῦν τε τὰν αὐτὰν αἵρεσιν ἔχων καὶ προαιρεύμενος τὸ ἱερὸν το[ῦ]
[Ἀπό]λλωνος τοῦ Δαλίου ἐπικοσμεῖν καὶ τὰν πατρίδα εἰς ἐπιφάνειαν ἄγειν, ὅπως τοὶ μ[ουσι]-
10 κ̣ο̣ὶ̣ κ̣αὶ χορικοὶ ἀγῶνες συντελῶνται τοῖς τε θεοῖς καὶ τοῖς εὐεργέταις καθὰ καὶ ὁ δᾶμος̣ [προ]-
αιρεῖται, αἰτεῖται τόπον ποτὶ τῶι θεάτρωι, ὅς ἐστι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, ὥστε σκα̣νὰ[ν καὶ]
προσκάνιον κατασκευάξαι τῶι θεῶι, πᾶσαν ἐντελῆ τὰν οἰκοδομίαν καὶ τὰν σύμφραξιν ὑφι[στάμε]-
νος, ἐξ ὧν συμβαίνει δαπάναν ἀξιόλογον αὐτὸν ἐκ τῶν ἰδίων ἀναλίσκειν εἰς τὰν τᾶς [σκα]-
νᾶς καὶ <τοῦ> προσκανίου κατασκευάν, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπαινέσαι Ἀρατόκρι[τον]
15 Ἀριστία ἀρετᾶς ἕνεκε καὶ εὐνοίας, ἃν ἔχει ποτὶ πάντας τοὺς πολίτας, καὶ δόμεν αὐτῶι τ[ὸν τό]-
πον τὸν ποτὶ τῶι θεάτρωι, ὃν αἰτεῖται· δεδόσθαι δὲ αὐτῶι καὶ ἀναγραφὰν τοῦδε τοῦ ψαφίσματος [ἐπὶ]
τᾶς σκανᾶς, ἃν ἀνατίθητι, καὶ ἄλλαν ἀναγραφὰν τᾶς ἀναθέσεως ἐπὶ τοῦ προσκανίου τάνδ̣[ε]·
«Ἀρατόκριτος Ἀριστία τὰν σκανὰν καὶ τὸ προσκάνιον στεφαναφορήσας Ἀπόλλωνι Δ[αλίωι]».
Search Help
Contact Us