| 1 | Ἀριστόφιλος Ἀριστοδώρου εἶπε· ἐπειδὴ Ἀρατόκριτος Ἀριστία, διαδεξάμενος τὰν παρὰ τ[ῶν] |
| γονέων εὔνοιαν, ἃν ἔχοντες διετέλεσαν ποτὶ τοὺς πολίτας, ἔν τε τοῖς λοιποῖς καιροῖ[ς ἀκο]- | |
| λούθως τᾶι κήνων αἱρέσει πάντα πράσσων τὰ χρήσιμα διατετέλεκε τᾶι πατρίδι μετὰ π[ά]- | |
| σ̣α̣ς̣ εὐνοίας, καὶ πολλάκις εἰς τὰ τοῦ δάμου συμφέροντα χρήματα ἐκ τῶν ἰδίων κ[αθ’ ἃ ἐ]δυ[νή]- | |
| 5 | [σατ]ο εἰσευπόρηκε, ἐξ ὧν συμβαίνει πολλὰ τῶι δάμωι τῶν χρησίμων γεγενῆσθ[αι, καὶ] τ[ῶν] |
| [π]ο̣λιτᾶν πολλοῖς χρείας παρείσχηται, καὶ παραίτιος γεγένηται τοῖς μὲν αἰχμαλ̣ώ̣τ̣ο̣ι̣ς̣ γε[νη]- | |
| θεῖσιν εἰς τὰν πατρίδα ἐπανελθεῖν, τοῖς δὲ τὰ ἴδια ἐπανορθώσασθαι διὰ τὰν αὐτοῦ πο[τὶ] | |
| [πάν]τας εὐχαριστίαν, νῦν τε τὰν αὐτὰν αἵρεσιν ἔχων καὶ προαιρεύμενος τὸ ἱερὸν το[ῦ] | |
| [Ἀπό]λλωνος τοῦ Δαλίου ἐπικοσμεῖν καὶ τὰν πατρίδα εἰς ἐπιφάνειαν ἄγειν, ὅπως τοὶ μο[υσι]- | |
| 10 | κ̣ο̣ὶ̣ κ̣αὶ χορικοὶ ἀγῶνες συντελῶνται τοῖς τε θεοῖς καὶ τοῖς εὐεργέταις καθὰ καὶ ὁ δᾶμος̣ [προ]- |
| αιρεῖται, αἰτεῖται τόπον ποτὶ τῶι θεάτρωι, ὅς ἐστι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, ὥστε σκα̣νὰ[ν καὶ] | |
| προσκάνιον κατασκευάξαι τῶι θεῶι, πάσαν ἐντελῆ τὰν οἰκοδομίαν καὶ τὰν σύμφραξιν ὑφι[στάμε]- | |
| νος, ἐξ ὧν συμβαίνει δαπάναν ἀξιόλογον αὐτὸν ἐκ τῶν ἰδίων ἀναλίσκειν εἰς τὰν τᾶς [σκα]- | |
| νᾶς καὶ <τοῦ> προσκανίου κατασκευάν, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπαινέσαι Ἀρατόκρι[τον] | |
| 15 | Ἀριστία ἀρετᾶς ἕνεκε καὶ εὐνοίας ἃν ἔχει ποτὶ πάντας τοὺς πολίτας καὶ δόμεν αὐτῶι τ[ὸν τό]- |
| πον τὸν ποτὶ τῶι θεάτρωι ὃν αἰτεῖται· δεδόσθαι δὲ αὐτῶι καὶ ἀναγραφὰν τοῦδε τοῦ ψαφίσματος [ἐπὶ] | |
| τᾶς σκανᾶς ἃν ἀνατίθητι, καὶ ἄλλαν ἀναγραφὰν τᾶς ἀναθέσεως ἐπὶ τοῦ προσκανίου τάν[δε]· | |
| Ἀρατόκριτος Ἀριστία τὰν σκανὰν καὶ τὸ προσκάνιον στεφαναφορήσας Ἀπόλλωνι Δ[αλίωι]. |