Decree honoring judges from Iasos.  Two joining fragments of a stele of white marble, preserved at the sides.
[ ] Kalymna Isl. — Sanct. of Apollo — Temple of Apollo / Chr. of Jerusalem — early 3rd c. BC — M. Segre, Tit. Cal. (1952) 9,BC — IK Iasos II (1985) T53,bc — JAC 9 (1994) 45, 2,BC
See also:
[— — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — —]․αν Δα-
[— — — — — — — — — — — — —]ανον Ἑρμία
[— — — — — — — — καὶ στεφα]νῶσαι αὐτοὺς
[τοὺς προστάτας χρυσέωι στε]φάνωι ἀπὸ χρυσῶν
5 [— —· ἦμεν δὲ καὶ αὐτοῖς ἐγ Κ]αλύμναι πολιτείαν καὶ
[ἔνκτησιν καὶ πάντων ἀτ]έλεια<ν>· ἐπικλαρῶσαι
[δὲ αὐτοὺς καὶ ἐπὶ φυλὰν ἤ]δη· ἀναγγεῖλαι δὲ τ-
[οὺς στεφάνους τοὺς ἐν τῶι]δε τῶι ψαφίσματι ἐν
τ̣ῶι Ἰασέων δ̣[άμωι Διον]υσίοις, ὅπως ἦι τοῖς ἀ-
10 κούουσι φανερόν̣, [ὅτι ὁ δᾶμ]ος ὁ Καλυμνίων καὶ τὰ[ς]
πόλεις καὶ τοὺς ἄνδρ̣[ας τ]οὺς ἀγαθοὺς τιμεῖ κα-
τὰ δύναμιν τὰν ὑπάρχουσαν αὐτῶι· ἀποδόντω
δὲ τὸ ψάφισμα τῶι Ἰασέων δάμωι τοὶ ἀποσταλέντε-
ς δικασταὶ καὶ τᾶς ἀναγγελίας ἐν τοῖς γεγραμμέ-
15 νοις χρόνοις ἐπιμέλειαν ποιησάσθων· ἀναγράψα[ι]
δὲ τόδε τὸ ψάφισμα εἰς στάλαν καὶ θέμεν εἰς τὸ ἱε̣-
ρὸν τοῦ Ἀπόλλωνος ἐγ Καλύμνα[ι· τ]ὸ δὲ ἀνάλωμα -
ς τοὺς στεφάνους καὶ τὰν στάλ[α]ν καὶ τὰν ἀναγρ-
αφὰν δότω ὁ ταμίας· τᾶς δὲ ἀνα[γρα]φᾶς ἐπιμελη-
20 [θέν]τ̣ω̣ [τοὶ ἄρχο]ντες τοὶ περὶ Φιλ[— —· τὸ γεν]ό̣μενο-
[ν ἀνάλωμα εἰς τὰν ἀποσ]τολὰν [τοὶ αἱρεθέ]ντες
[— — — — — — — — — —]Ο̣Ι̣[— — — — — —]
Search Help
Contact Us