Epigram honoring Vera, a hydrophoros of Artemis Patmia. Slab of white marble with raised border.
[ ]
Milesian Isl. — Patmos Isl. — Mon. of Ag. Ioannis Theologos — 3rd c. AD — L. Ross, Inscr. Graecae II (1842) 72, 190 — ASAA 41-42 (1963-64) 338, 34 — SGO 1 (1998) 01/21/01
See also:
1 | ἀγαθῆι τύχηι· |
αὐτὴ παρθενικὴ Ἐλαφηβόλος ἀρήτειραν | |
θήκατο κυδαλίμην Γλαυκίεω θύγατρα | |
ὑδροφόρον Βῆραν Πατνίῃ παραβώμια ῥέξαι | |
5 | σπαιρόντ<ω>ν αἰγῶν ἔμβρυα καλλιθύτων· |
ε̣ἰ̣ν Ἄργει δ’ ἐτράφη νεαρὴ παῖς, ἡ δὲ τιθήνη | |
ἐκ γενετῆς Βήρας κ(αὶ) τροφός ἐστι Πάτνος, | |
vacat 0,03 | |
8 | νῆσσος ἀγαυοτάτη Λητωΐδος, ἧς προβέβηκε |
β̣ένθεσιν Αἰγαίοις ἕδρανα ῥυομένηι, | |
10 | ἐ̣ξότε μιν Σκυθίηθεν ἀρήϊος εἷσεν Ὀρέστης |
π̣αυσάμενος στυγερῆς μητροφόνου μανίης· | |
νῦν δ’ ἐρατὴ Βῆρ̣α̣, θυγάτηρ σοφοῦ ἰητῆρος | |
Γλαυκ<ί>ε<ω>, βο̣υλαῖς Ἀρτέμιδος Σκυθίης | |
Αἰγαίου πλοόσασα ῥό̣ου δυσχείμερον οἶδμα | |
15 | ὄργια κ(αὶ) θαλίην, <ὡ>ς θέμις, ἠγλάϊσεν. |
εὐτυχῶς. |