Honorary inscription in elegiacs for hydrophoros Bera,
originally from Argos; 2/3: Ross, Inscr. gr. ined. 72-3, no. 190;
Welcker, RhM 2, 1843, 334-9; Franz, RhM 3, 1845, 91-2; Welcker,
RhM 3, 1845, 269-72; *Guérin, Patmos 58-9; Sakkelion, Pandora 19,
1869, 48, no. 22; Kaibel 872; Malandrakis, p. 42, no. 1; Preuner,
Hermes 55, 1920, 184-7; **IIsolMil 34 (PH) (ll. 2-16).
| 1 | vacat ἀγαθῆι τύχηι. vacat |
| αὐτὴ παρθενικὴ Ἐλαφήβολος ἀρήτειραν | |
| θήκατο κυδα̣λίμην Γλαυκίεω θύγατρα | |
| ὑδροφόρον Βήραν Πατνίη<ν> παραβ<ώ>μια ῥέξαι | |
| 5 | σπαιρόντ<ω>ν αἰγῶν ἔμβρυα καλλιθύτων. |
| ἐν Ἄργει δ’ ἐτράφη γ<ε>ραρῇ παῖς, ἡ δὲ τιθήνη | |
| ἐκ γενετῆς Βήρας κ(αὶ) τροφός ἐστι Πάτνος, | |
| νῆσσος ἀγαυοτάτη Λητωΐδος, ἧς προβέβηκε | |
| β̣ένθεσιν ἀν’ ἁ<λ>ῆς ἕδρανα, ῥυομένη<ν> | |
| 10 | ἐ̣ξ̣ότε μιν Σκυθίηθεν Ἀρήϊος εἷσεν Ὀρέστης |
| π̣αυσάμενος στυγερῆς μητροφόνου μανίης· | |
| νῦν δεκάτη κό̣ρη, θυγάτηρ σοφοῦ ἰητῆρος | |
| Γλαυκίεω βο̣υλαῖς Ἀρτέμιδος Σκυθίης | |
| Αἰγαίου πλ<ώ>σασα ῥό̣ου δυσχείμερον οἶδ<μ>α | |
| 15 | ὄργια κ(αὶ) θαλί̣ην, ὡ̣ς θέμις, ἠγλάϊσεν. |
| vacat εὐτυχῶς. vacat |